§13.92.1πάντα δὲ πρὸς τὴν τῶν ἀκουόντων προαίρεσιν καὶ τὴν ἰδίαν ἐπιβολὴν δημηγορήσας οὐ μετρίως ἐξῆρε τὸν τῶν ἐκκλησιαζόντων θυμόν·
狄奥尼修斯根据听众的偏好以及他自己的企图发表了各种演说,极大地煽动了参会者的愤怒。
ὁ γὰρ δῆμος καὶ πάλαι μισῶν τοὺς στρατηγοὺς διὰ τὸ δοκεῖν κακῶς προΐστασθαι τοῦ πολέμου, τότε διὰ τῶν λόγων παροξυνθεὶς παραυτίκα τοὺς μὲν ἔλυσε τῆς ἀρχῆς, ἑτέρους δʼ εἵλατο στρατηγούς, ἐν οἷς καὶ τὸν Διονύσιον, ὃς ἐν ταῖς πρὸς Καρχηδονίους μάχαις ἀνδρείᾳ δόξας διενηνοχέναι περίβλεπτος ἦν παρὰ τοῖς Συρακοσίοις.
因为民众早因将军们在战争中显得指挥不力而憎恨他们,此时受到他言辞的煽动,便立即免去了他们的职务,另选了其他将军,其中也包括狄奥尼修斯,他因在对迦太基人的战斗中表现出卓越的勇气而深受叙拉古人的瞩目。
§13.92.2διὸ καὶ μετεωρισθεὶς ταῖς ἐλπίσι πᾶν ἐμηχανήσατο πρὸς τὸ γενέσθαι τῆς πατρίδος τύραννος.
因此,他也因抱有野心而深受鼓舞,为夺取祖国的僭主地位而想方设法。
μετὰ γὰρ τὴν παράληψιν τῆς ἀρχῆς οὔτε συνήδρευσεν ἅμα τοῖς στρατηγοῖς οὔθʼ ὅλως συνῆν· ταῦτα δὲ πράττων διεδίδου λόγον ὡς διαπεμπομένων αὐτῶν πρὸς τοὺς πολεμίους.
在接掌职务后,他既不与将军们共同开会,也完全不与他们往来;而在这样做时,他散布流言称他们正在向敌人派遣使者。
οὕτω γὰρ μάλιστʼ ἤλπιζεν ἐκείνων μὲν περιαιρήσεσθαι τὴν ἐξουσίαν, ἑαυτῷ δὲ μόνῳ περιστήσειν τὴν στρατηγίαν.
因为他最希望以此剥夺他们的权力,将将领之权独揽于自己一身。
§13.92.3ταῦτα δʼ αὐτοῦ πράττοντος οἱ μὲν χαριέστατοι τῶν πολιτῶν ὑπώπτευον τὸ γινόμενον, καὶ κατὰ πάσας τὰς συνόδους ἐβλασφήμουν αὐτόν, ὁ δὲ δημοτικὸς ὄχλος, ἀγνοῶν τὴν ἐπιβουλήν, ἐπῄνει καὶ μόγις ἔφασκε τὴν πόλιν προστάτην εὑρηκέναι βέβαιον.
在他这样做的时候,市民中最有教养的人看穿了正在发生的事,并在所有的聚会中谴责他,而民主派的大众却不知此阴谋,极力赞扬他,并声称城邦终于找到了一个可靠的保护者。
§13.92.4οὐ μὴν ἀλλὰ πολλάκις ἐκκλησίας συναγομένης περὶ τῆς εἰς τὸν πόλεμον παρασκευῆς, θεωρήσας τοὺς Συρακοσίους καταπεπληγμένους τὸν ἀπὸ τῶν πολεμίων φόβον, συνεβούλευε κατάγειν τοὺς φυγάδας·
然而,当就战争准备频繁召集公民大会时,狄奥尼修斯看到叙拉古人因对敌人的恐惧而极度恐慌,便建议他们召回流亡者。
§13.92.5ἄτοπον γὰρ ὑπάρχειν ἐκ μὲν Ἰταλίας καὶ Πελοποννήσου μεταπέμπεσθαι βοήθειαν παρὰ τῶν ἀλλοτρίων, τοὺς δὲ πολίτας μὴ βούλεσθαι πρὸς τοὺς ἰδίους κινδύνους συμπαραλαμβάνειν, οὕς—τῶν πολεμίων μεγάλας δωρεὰς ὑπισχνουμένων, ἂν συστρατεύωσιν—προαιρεῖσθαι μᾶλλον ἐπὶ ξένης ἀλωμένους ἀποθανεῖν ἤπερ ἀλλότριόν τι κατὰ τῆς πατρίδος βουλεύσασθαι.
因为他主张,向来自意大利和伯罗奔尼撒的异乡人请求援助,却不愿召回自己的公民共同分担他们自己的危险,这是荒谬的。 尽管敌人承诺如果这些流亡者随军出征便给予重赏,但他们更愿意在异乡流浪而死,也不愿谋划任何损害祖国的事情。
§13.92.6καὶ γὰρ διὰ τὰς γεγενημένας ἐν τῇ πόλει στάσεις φυγόντας, νῦν γε τυχόντας ταύτης τῆς εὐεργεσίας προθύμως ἀγωνιεῖσθαι, τοῖς εὖ ποιήσασιν ἀποδιδόντας χάριτας.
实际上,他们虽然因城邦内发生的党争而流亡,但如果如今得到这一恩惠,他们必定会奋勇作战,向给他们施惠的人报恩。
πρὸς δὲ τὴν ὑπόθεσιν ταύτην πολλὰ διαλεχθεὶς οἰκεῖα τοῖς πράγμασι συμψήφους ἔλαβε τοὺς Συρακοσίους· οὐδὲ γὰρ τῶν συναρχόντων οὐδεὶς ἐτόλμα περὶ τούτων ἀντειπεῖν διά τε τὴν τοῦ πλήθους ὁρμὴν καὶ διὰ τὸ θεωρεῖν ἑαυτῷ μὲν περιεσομένην τὴν ἀπέχθειαν, ἐκείνῳ δὲ τὴν παρὰ τῶν εὐεργετηθέντων χάριν.
他针对这一提议发表了许多契合时局的议论,赢得了叙拉古人的赞同;甚至没有一个同僚敢反对这些提议,这既是因为大众的狂热势头,也是因为他们预见到,反对只会给自己留下怨恨,而给那人带来受惠者的感激。
§13.92.7τοῦτο δʼ ἔπραξεν ὁ Διονύσιος ἐλπίζων ἰδίους ἕξειν τοὺς φυγάδας, ἀνθρώπους μεταβολῆς ἐπιθυμοῦντας καὶ πρὸς τὴν ἐπίθεσιν τῆς τυραννίδος εὐθέτως διακειμένους·
狄奥尼修斯这样做是希望能将流亡者拉拢为自己的亲信,这些渴望变革的人,正适合用来发起对僭主政权的夺取。
ἤμελλον γὰρ ἡδέως ὄψεσθαι τῶν ἐχθρῶν φόνους, δημεύσεις τῶν οὐσιῶν, ἑαυτοῖς ἀποκαθεσταμένα τὰ χρήματα.
因为他们必然会乐见敌人的被杀、财产的没收,以及他们自己财产的恢复。
καὶ τέλος κυρωθείσης τῆς περὶ τῶν φυγάδων γνώμης, οὗτοι μὲν εὐθὺς εἰς τὴν πατρίδα κατῆλθον·
最终,关于流亡者的提案获得通过,他们也随即返回了祖国。