§13.93.1ἐκ δὲ τῆς Γέλας ἐνεχθέντων γραμμάτων, ὅπως ἀποσταλῶσι στρατιῶται πλείους, ἔλαβεν ὁ Διονύσιος οἰκείαν ἔφοδον τῆς ἰδίας προαιρέσεως.
当从杰拉传来书信、请求派遣更多战士时,狄奥尼修斯得到了一个适合他自己企图的机会。
ἀποσταλεὶς γὰρ μετὰ στρατιωτῶν πεζῶν μὲν δισχιλίων, ἱππέων δὲ τετρακοσίων, ἦλθε συντόμως εἰς τὴν πόλιν τῶν Γελῴων, ἣν τότε παρεφύλαττε Δέξιππος ὁ Λακεδαιμόνιος, κατασταθεὶς ὑπὸ Συρακοσίων.
因为他被派去率领二千步兵和四百骑兵,迅速来到了杰拉人的城邦,当时该城由叙拉古人派驻的拉刻代蒙人德克西普斯驻守。
§13.93.2ὁ δʼ οὖν Διονύσιος καταλαβὼν τοὺς εὐπορωτάτους στασιάζοντας πρὸς τὸν δῆμον, καὶ κατηγορήσας αὐτῶν ἐν ἐκκλησίᾳ καὶ κατακρίνας, αὐτοὺς μὲν ἀπέκτεινε, τὰς δʼ οὐσίας αὐτῶν ἐδήμευσεν, ἐκ δὲ τῶν χρημάτων τούτων τοῖς μὲν φρουροῦσι τὴν πόλιν, ὧν ἡγεῖτο Δέξιππος, ἀπέδωκε τοὺς ὀφειλομένους μισθούς· τοῖς δὲ μετʼ αὐτοῦ παραγεγονόσιν ἐκ Συρακουσῶν ἐπηγγείλατο διπλοῦς ποιήσειν τοὺς μισθούς, ὧν ἡ πόλις ἔταξε.
于是,狄奥尼修斯发现最富有的市民正在与民众进行派系斗争,并在公民大会上控告他们并定罪,将他们处死,没收了他们的财产;并利用这些资金,给德克西普斯所率领的城守卫兵发放了拖欠的薪饷;至于随他一同从叙拉古前来的士兵,他承诺将他们的薪饷增加到城邦规定数额的两倍。
§13.93.3διὰ δὲ τούτου τοῦ τρόπου τούς τʼ ἐν Γέλᾳ στρατιώτας καὶ τοὺς μετʼ αὐτοῦ ταῖς εὐνοίαις ἰδίους κατεσκεύασεν.
通过这种手段,他利用恩惠将杰拉的士兵和随他前来的士兵都争取成了自己的亲信。
ἐπῃνεῖτο δὲ καὶ ὑπὸ τοῦ δήμου τῶν Γελῴων ὡς αἴτιος αὐτοῖς γεγενημένος τῆς ἐλευθερίας· τοῖς γὰρ δυνατωτάτοις φθονοῦντες τὴν ἐκείνων ὑπεροχὴν δεσποτείαν αὐτῶν ἀπεκάλουν.
他也受到杰拉民众的称赞,被视为给他们带来自由的恩人;因为民众嫉妒那些最显贵者的优越地位,将他们的统治称为专制。
§13.93.4διόπερ ἐξέπεμψαν πρέσβεις τοὺς ἐπαινοῦντας ἐν Συρακούσαις καὶ τὰ ψηφίσματα φέροντας, ἐν οἷς αὐτὸν μεγάλαις δωρεαῖς ἐτίμησαν.
因此,他们派遣使者前往叙拉古赞扬他,并携带了授予他巨大赏赐以示表彰的法令。
ὁ δὲ Διονύσιος ἐπεβάλετο μὲν τὸν Δέξιππον πείθειν κοινωνῆσαι τῆς ἐπιβολῆς· ἐπεὶ δʼ οὐ συγκατετίθετο, μετὰ τῶν ἰδίων στρατιωτῶν ἕτοιμος ἦν ἀνακάμπτειν εἰς Συρακούσας.
另一方面,狄奥尼修斯企图说服德克西普斯加入他的阴谋;但由于后者不同意,他便准备率领自己的士兵返回叙拉古。
§13.93.5οἱ δὲ Γελῷοι πυνθανόμενοι τοὺς Καρχηδονίους μέλλειν μετὰ πάσης τῆς δυνάμεως ἐπὶ πρώτην στρατεύειν τὴν Γέλαν, ἐδέοντο τοῦ Διονυσίου μεῖναι καὶ μὴ περιιδεῖν αὐτοὺς τὰ αὐτὰ τοῖς Ἀκραγαντίνοις παθόντας.
而杰拉人获悉迦太基人将动用全部兵力首先进攻杰拉,便恳求狄奥尼修斯留下来,不要眼睁睁看着他们遭受与阿克拉加斯人相同的命运。
οἷς ἐπαγγειλάμενος ὁ Διονύσιος συντόμως ἥξειν μετὰ πλείονος δυνάμεως, ἐξώρμησεν ἐκ τῆς Γέλας μετὰ τῶν ἰδίων στρατιωτῶν.
狄奥尼修斯向他们承诺自己很快会率领更多军队回来,随后便带着自己的士兵离开了杰拉。