§13.92.1πάντα δὲ πρὸς τὴν τῶν ἀκουόντων προαίρεσιν καὶ τὴν ἰδίαν ἐπιβολὴν δημηγορήσας οὐ μετρίως ἐξῆρε τὸν τῶν ἐκκλησιαζόντων θυμόν·
ディオニュシオスは、聴衆の好むところと自らの企てに合わせてあらゆることを演説し、民会出席者の怒りをこの上なく煽り立てた。
ὁ γὰρ δῆμος καὶ πάλαι μισῶν τοὺς στρατηγοὺς διὰ τὸ δοκεῖν κακῶς προΐστασθαι τοῦ πολέμου, τότε διὰ τῶν λόγων παροξυνθεὶς παραυτίκα τοὺς μὲν ἔλυσε τῆς ἀρχῆς, ἑτέρους δʼ εἵλατο στρατηγούς, ἐν οἷς καὶ τὸν Διονύσιον, ὃς ἐν ταῖς πρὸς Καρχηδονίους μάχαις ἀνδρείᾳ δόξας διενηνοχέναι περίβλεπτος ἦν παρὰ τοῖς Συρακοσίοις.
というのも、民衆はかねてより、将軍たちが戦争を拙劣に指導しているように見えたことから彼らを憎んでおり、そのときはディオニュシオスの言葉によって扇動されて、ただちに彼らを罷免し、他の者たちを将軍に選んだ。 その中にはディオニュシオスも含まれており、彼はカルタゴ人との戦いにおいて勇気で傑出していると思われていたため、シラクサ人の間で一目置かれる存在であった。
§13.92.2διὸ καὶ μετεωρισθεὶς ταῖς ἐλπίσι πᾶν ἐμηχανήσατο πρὸς τὸ γενέσθαι τῆς πατρίδος τύραννος.
それゆえに彼もまた、野心に胸を膨らませ、祖国の僭主となるためにあらゆる策略を巡らせた。
μετὰ γὰρ τὴν παράληψιν τῆς ἀρχῆς οὔτε συνήδρευσεν ἅμα τοῖς στρατηγοῖς οὔθʼ ὅλως συνῆν·
官職を引き継いだ後、彼は他の将軍たちと共に会議を開くことも、全く行動を共にすることもしなかった。
ταῦτα δὲ πράττων διεδίδου λόγον ὡς διαπεμπομένων αὐτῶν πρὸς τοὺς πολεμίους.
このように行動しながら、彼は彼らが敵と内通しているという噂を流した。
οὕτω γὰρ μάλιστʼ ἤλπιζεν ἐκείνων μὲν περιαιρήσεσθαι τὴν ἐξουσίαν, ἑαυτῷ δὲ μόνῳ περιστήσειν τὴν στρατηγίαν.
そうすることによって、彼らの権力を剥奪し、自分一人に将軍職を集中させることができると最も期待したからである。
§13.92.3ταῦτα δʼ αὐτοῦ πράττοντος οἱ μὲν χαριέστατοι τῶν πολιτῶν ὑπώπτευον τὸ γινόμενον, καὶ κατὰ πάσας τὰς συνόδους ἐβλασφήμουν αὐτόν, ὁ δὲ δημοτικὸς ὄχλος, ἀγνοῶν τὴν ἐπιβουλήν, ἐπῄνει καὶ μόγις ἔφασκε τὴν πόλιν προστάτην εὑρηκέναι βέβαιον.
彼がこのように行動している間、市民のうち最も良識ある人々は、起こりつつあることを疑い、あらゆる集まりで彼を非難していたが、民主派の群衆は、その陰謀に気づかず、彼を称賛し、ようやく市は信頼できる指導者を見出したと語っていた。
§13.92.4οὐ μὴν ἀλλὰ πολλάκις ἐκκλησίας συναγομένης περὶ τῆς εἰς τὸν πόλεμον παρασκευῆς, θεωρήσας τοὺς Συρακοσίους καταπεπληγμένους τὸν ἀπὸ τῶν πολεμίων φόβον, συνεβούλευε κατάγειν τοὺς φυγάδας·
とはいえ、戦争への備えについてたびたび民会が招集されたとき、シラクサ人が敵に対する恐怖に打ちのめされているのを見て、彼は追放者たちを帰国させるよう勧告した。
§13.92.5ἄτοπον γὰρ ὑπάρχειν ἐκ μὲν Ἰταλίας καὶ Πελοποννήσου μεταπέμπεσθαι βοήθειαν παρὰ τῶν ἀλλοτρίων, τοὺς δὲ πολίτας μὴ βούλεσθαι πρὸς τοὺς ἰδίους κινδύνους συμπαραλαμβάνειν, οὕς—τῶν πολεμίων μεγάλας δωρεὰς ὑπισχνουμένων, ἂν συστρατεύωσιν—προαιρεῖσθαι μᾶλλον ἐπὶ ξένης ἀλωμένους ἀποθανεῖν ἤπερ ἀλλότριόν τι κατὰ τῆς πατρίδος βουλεύσασθαι.
イタリアやペロポネソスから他人の援助を要請する一方で、自分たちの市民を自らの危機に加わらせることを望まないのは不条理である、と彼は主張した。 敵が共闘するなら大きな贈り物を約束しているにもかかわらず、彼らは祖国に対して不穏な企てをするよりも、異郷を彷徨いながら死ぬことを選んでいるのである、と。
§13.92.6καὶ γὰρ διὰ τὰς γεγενημένας ἐν τῇ πόλει στάσεις φυγόντας, νῦν γε τυχόντας ταύτης τῆς εὐεργεσίας προθύμως ἀγωνιεῖσθαι, τοῖς εὖ ποιήσασιν ἀποδιδόντας χάριτας.
実際、市内で生じた党争のために亡命した彼らであるが、今この恩恵にあずかれば、恩を施してくれた人々に対して感謝を返しつつ、熱心に戦うであろう、と。
πρὸς δὲ τὴν ὑπόθεσιν ταύτην πολλὰ διαλεχθεὶς οἰκεῖα τοῖς πράγμασι συμψήφους ἔλαβε τοὺς Συρακοσίους·
この提案について、彼は状況に適した多くのことを論じ、シラクサ人の賛同を得た。
οὐδὲ γὰρ τῶν συναρχόντων οὐδεὶς ἐτόλμα περὶ τούτων ἀντειπεῖν διά τε τὴν τοῦ πλήθους ὁρμὴν καὶ διὰ τὸ θεωρεῖν ἑαυτῷ μὲν περιεσομένην τὴν ἀπέχθειαν, ἐκείνῳ δὲ τὴν παρὰ τῶν εὐεργετηθέντων χάριν.
同僚の将軍たちも誰もこれに反対する勇気はなかった。 大衆の勢いのためであり、また、反対すれば自分たちには憎悪だけが残り、彼には恩恵を受けた者たちからの感謝がもたらされることになるのを予見したからである。
§13.92.7τοῦτο δʼ ἔπραξεν ὁ Διονύσιος ἐλπίζων ἰδίους ἕξειν τοὺς φυγάδας, ἀνθρώπους μεταβολῆς ἐπιθυμοῦντας καὶ πρὸς τὴν ἐπίθεσιν τῆς τυραννίδος εὐθέτως διακειμένους·
ディオニュシオスがこのようにしたのは、追放者たちを自らの味方にできると期待したからであった。 彼らは社会の変革を望んでおり、僭主政の奪取に好都合な状態にあった。
ἤμελλον γὰρ ἡδέως ὄψεσθαι τῶν ἐχθρῶν φόνους, δημεύσεις τῶν οὐσιῶν, ἑαυτοῖς ἀποκαθεσταμένα τὰ χρήματα.
彼らは敵の殺害や、財産の没収、自分たちの財産の返還を喜んで目にするはずだったからである。
καὶ τέλος κυρωθείσης τῆς περὶ τῶν φυγάδων γνώμης, οὗτοι μὲν εὐθὺς εἰς τὴν πατρίδα κατῆλθον·
そしてついに、追放者に関する決議が可決されると、彼らはただちに祖国へと帰還した。