§13.91.1Ἰμίλκας δὲ ὀκτὼ μῆνας πολιορκήσας τὴν πόλιν, καὶ μικρὸν πρὸ τῆς χειμερινῆς τροπῆς κυριεύσας αὐτῆς, οὐκ εὐθὺς κατέσκαψεν, ὅπως αἱ δυνάμεις ἐν ταῖς οἰκίαις παραχειμάσωσιν.
伊米尔卡斯包围了这座城市八个月,并在冬至前不久占领了它,但他没有立即将其夷为平地,以便让他的军队在房屋中度冬。
τῆς δὲ περὶ τὸν Ἀκράγαντα συμφορᾶς διαγγελθείσης, τοσοῦτος τὴν νῆσον κατέσχε φόβος, ὥστε τῶν Σικελιωτῶν τοὺς μὲν εἰς Συρακούσας μεθίστασθαι, τοὺς δὲ εἰς τὴν Ἰταλίαν τέκνα καὶ γυναῖκας καὶ τὴν ἄλλην κτῆσιν ἀποσκευάζεσθαι.
当有关阿克拉加斯灾难的消息传开时,极大的恐惧席卷了全岛,以至于西西里人中有的迁往叙拉古,有的则将孩子、妻子以及其余财产撤往意大利。
§13.91.2οἱ δὲ διαφυγόντες τὴν αἰχμαλωσίαν Ἀκραγαντῖνοι παραγενηθέντες εἰς Συρακούσας κατηγόρουν τῶν στρατηγῶν, φάσκοντες διὰ τὴν ἐκείνων προδοσίαν ἀπολωλέναι τὴν πατρίδα.
而逃脱俘虏命运的阿克拉加斯人抵达叙拉古后,便控告将军们,声称祖国是因为他们的背叛而毁灭的。
συνέβαινε δὲ καὶ ὑπὸ τῶν ἄλλων Σικελιωτῶν ἐπιτιμήσεως τυγχάνειν τοὺς Συρακοσίους, ὅτι τοιούτους προστάτας αἱροῦνται, διʼ οὓς ἀπολέσθαι κινδυνεύει πᾶσα Σικελία.
同时,叙拉古人也遭到其他西西里人的谴责,因为他们选择的那些领袖,正使整个西西里处于灭亡的危险之中。
§13.91.3οὐ μὴν ἀλλὰ συναχθείσης ἐκκλησίας ἐν Συρακούσαις, καὶ μεγάλων φόβων ἐπικρεμαμένων, οὐθεὶς ἐτόλμα περὶ τοῦ πολέμου συμβουλεύειν.
然而,尽管叙拉古召集了公民大会,且巨大的恐惧笼罩着他们,却没有人敢就战争提出建议。
ἀπορουμένων δὲ πάντων παρελθὼν Διονύσιος ὁ Ἑρμοκράτους τῶν μὲν στρατηγῶν κατηγόρησεν ὡς προδιδόντων τὰ πράγματα τοῖς Καρχηδονίοις, τὰ δὲ πλήθη παρώξυνε πρὸς τὴν αὐτῶν τιμωρίαν, παρακαλῶν μὴ περιμεῖναι τὸν κατὰ τοὺς νόμους λῆρον, ἀλλʼ ἐκ χειρὸς ἐπιθεῖναι τὴν δίκην.
正当所有人束手无策时,赫尔莫克拉底之子狄奥尼修斯走上前,指责将军们向迦太基人出卖国家利益,并煽动民众惩罚他们,敦促大家不要等待符合法律的无聊程序,而要立即亲手予以惩罚。
§13.91.4τῶν δʼ ἀρχόντων ζημιούντων τὸν Διονύσιον κατὰ τοὺς νόμους ὡς θορυβοῦντα, Φίλιστος ὁ τὰς ἱστορίας ὕστερον συγγράψας, οὐσίαν ἔχων μεγάλην, ἐξέτισε τὰ πρόστιμα, καὶ τῷ Διονυσίῳ παρεκελεύετο λέγειν ὅσα προῄρητο.
当官员们因狄奥尼修斯引起骚乱而依法对他处以罚款时,后来撰写历史的菲利斯托斯因拥有巨额财产,替他缴纳了罚款,并鼓励狄奥尼修斯畅所欲言。
καὶ προσεπειπόντος ὅτι καθʼ ὅλην τὴν ἡμέραν, ἂν ζημιοῦν θέλωσιν, ἐκτίσει τἀργύριον ὑπὲρ αὐτοῦ, τὸ λοιπὸν θαρρήσας ἀνέσειε τὰ πλήθη, καὶ τὴν ἐκκλησίαν συνταράττων διέβαλλε τοὺς στρατηγούς, ὅτι χρήμασι πεισθέντες ἐγκατέλιπον τὴν τῶν Ἀκραγαντίνων σωτηρίαν.
菲利斯托斯还补充说,如果他们愿意,整整一天都可以对他处以罚款,自己会代为支付。 于是,狄奥尼修斯在接下来的时间里备受鼓舞,极力煽动民众,在扰乱公民大会的同时,诽谤将军们是因为收受贿赂而放弃了对阿克拉加斯人的营救。
συγκατηγόρησε δὲ καὶ τῶν ἄλλων τῶν ἐπισημοτάτων πολιτῶν, συνιστὰς αὐτοὺς οἰκείους ὄντας ὀλιγαρχίας.
他还共同指责了其他最显赫的公民,称他们是寡头政治的拥护者。
§13.91.5διόπερ συνεβούλευεν αἱρεῖσθαι στρατηγοὺς μὴ τοὺς δυνατωτάτους, ἀλλὰ τοὺς εὐνουστάτους καὶ δημοτικοὺς μᾶλλον· ἐκείνους μὲν γὰρ δεσποτικῶς ἄρχοντας τῶν πολιτῶν καταφρονεῖν τῶν πολλῶν, καὶ τὰς τῆς πατρίδος συμφορὰς ἰδίας ἡγεῖσθαι προσόδους, τοὺς δὲ ταπεινοτέρους οὐδὲν πράξειν τῶν τοιούτων, δεδιότας τὴν περὶ αὑτοὺς ἀσθένειαν.
因此,他建议不要选择最显赫的人担任将军,而要选择最友善、最倾向民主制的人;因为前者像主子一样统治公民,轻视大众,并将祖国的灾难视为自己的私人收益,而地位较低的人则因害怕自身的软弱,绝不会做出此类事情。