Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §13.88.1-13.88.8

希米尔科截获补给与放弃阿克拉加斯的决定

第 267 段,共 723 段 · 希腊语

内容简介

达普奈乌斯率领的叙拉古军通过切断补给使迦太基军陷入困境,但希米尔科通过海上奇袭夺取了叙拉古的运粮船队,彻底扭转了局势。这导致阿克拉加斯城内突遭严重粮荒,雇佣兵背叛、德克西普斯受贿、意大利盟军撤退,最终迫使将军们决定放弃该城。

§13.88.1μετὰ δὲ τὴν ἐκκλησίαν οἱ περὶ τὸν Δαφναῖον προαγαγόντες τὰς δυνάμεις ἐπεχείρουν μὲν πολιορκεῖν τὴν παρεμβολὴν τῶν Καρχηδονίων, πολυτελῶς δʼ αὐτὴν ὁρῶντες ὠχυρωμένην ταύτης μὲν τῆς ἐπιβολῆς ἀπέστησαν, τὰς δʼ ὁδοὺς ἱππαζόμενοι τούς τʼ ἐν ταῖς προνομαῖς αὐτῶν κατελάμβανον καὶ τῶν σιτοπομπιῶν ἀποκλείοντες εἰς πολλὴν ἀπορίαν ἦγον.
民会结束之后,达普奈乌斯及其部属率军前进,企图包围迦太基人的营地;但看到营地防守极为坚固,他们便放弃了这一企图,转而用骑兵巡逻道路,俘获了那些外出搜寻粮食的敌兵,并切断了他们的粮食运输,使他们陷入极大的困境。
§13.88.2οἱ δὲ Καρχηδόνιοι παρατάττεσθαι μὲν οὐ τολμῶντες, τῇ δὲ σιτοδείᾳ δεινῶς πιεζούμενοι, μεγάλοις ἀτυχήμασι περιέπιπτον.
迦太基人不敢出阵迎击,又饱受饥荒的严重折磨,陷入了巨大的灾难之中。
τῶν μὲν γὰρ στρατιωτῶν πολλοὶ διὰ τὴν σπάνιν ἀπέθνησκον, οἱ δὲ Καμπανοὶ μετὰ τῶν ἄλλων μισθοφόρων σχεδὸν ἅπαντες ἐπὶ τὴν Ἰμίλκα σκηνὴν ὠθούμενοι τὰς σιτομετρίας τὰς προτεταγμένας ᾔτουν· εἰ δὲ μή, διηπειλοῦντο μεταβάλλεσθαι πρὸς τοὺς πολεμίους.
因为许多士兵因匮乏而死,而坎帕尼亚人与其他几乎所有的雇佣兵一起挤到希米尔科的帐篷前,要求分发先前许诺的粮食配给;否则,他们便威胁要投奔敌军。
§13.88.3ὁ δʼ Ἰμίλκας ἦν ἀκηκοώς τινος, ὅτι Συρακόσιοι πλῆθος σίτου παρακομίζοιεν εἰς Ἀκράγαντα κατὰ θάλατταν.
希米尔科曾听人说,叙拉古人正通过海路运送大量粮食前往阿克拉加斯。
διόπερ ταύτην μόνην ἔχων ἐλπίδα σωτηρίας, τοὺς μὲν στρατιώτας ἔπεισεν ὀλίγας ἐπισχεῖν ἡμέρας, ἐνέχυρα δοὺς τὰ παρὰ τῶν ἐκ Καρχηδόνος στρατευομένων ποτήρια.
因此,他把这当作唯一的得救希望,说服士兵们再坚持几天,并把来自迦太基本土参战者的杯子作为抵押物交给了他们。
§13.88.4καὶ αὐτὸς μὲν ἐκ Πανόρμου καὶ Μοτύης μεταπεμψάμενος τεσσαράκοντα τριήρεις ἐπέθετο τοῖς τὴν ἀγορὰν παρακομίζουσιν·
他自己从巴诺尔莫斯和莫堤亚调集了四十艘三段式战船,袭击了那些运送补给的人。
οἱ δὲ Συρακόσιοι, τὸν ἔμπροσθεν χρόνον τῶν βαρβάρων τῆς θαλάττης παρακεχωρηκότων καὶ τοῦ χειμῶνος ἐνεστηκότος ἤδη, κατεφρόνουν τῶν Καρχηδονίων, ὡς οὐκέτι τολμησόντων πληροῦν τὰς τριήρεις.
而叙拉古人由于此前蛮族已经让出了制海权,且冬季已经来临,因而对迦太基人十分轻视,认为他们再也不敢给三段式战船配备船员出航了。
§13.88.5διόπερ ὀλιγώρως αὐτῶν παραπεμψάντων τὴν ἀγοράν, Ἰμίλκας ἐκπλεύσας τεσσαράκοντα τριήρεσιν ἄφνω κατέδυσε μὲν τῶν μακρῶν νεῶν ὀκτώ, τὰς δʼ ἄλλας εἰς τὸν αἰγιαλὸν κατεδίωξεν· τῶν δʼ ἄλλων πλοίων ἁπάντων κυριεύσας, τοσοῦτον εἰς τοὐναντίον τὰς ἑκατέρων ἐλπίδας μεταπεσεῖν ἐποίησεν, ὥστε τοὺς παρὰ τοῖς Ἀκραγαντίνοις Καμπανοὺς καταγνόντας τῆς τῶν Ἑλλήνων ὑποθέσεως πεντεκαίδεκα ταλάντοις φθαρῆναι καὶ μεταβαλέσθαι πρὸς τοὺς Καρχηδονίους.
因此,在叙拉古人疏于防备地护送补给时,希米尔科率领四十艘三段式战船出航,突然击沉了对方的八艘军舰,并将其余船只驱赶到海岸上;在夺取了所有其他运输船只后,他使双方的希望发生了彻底的逆转,以至于阿克拉加斯一方的坎帕尼亚人对希腊人的局势感到绝望,接受了十五塔拉ント的贿赂,投靠了迦太基人。
§13.88.6οἱ δὲ Ἀκραγαντῖνοι τὸ μὲν πρῶτον κακῶς ἀπαλλαττόντων τῶν Καρχηδονίων ἀφθόνως ἀπήλαυον τοῦ τε σίτου καὶ τῶν ἄλλων ἐπιτηδείων, ἀεὶ προσδοκῶντες ταχέως λυθήσεσθαι τὴν πολιορκίαν· ἐπεὶ δʼ αἱ τῶν βαρβάρων ἐλπίδες ἀνέκυψαν καὶ τοσαῦται μυριάδες εἰς μίαν ἠθροίσθησαν πόλιν, ἔλαθεν αὐτοὺς ὁ σῖτος ἐξαναλωθείς.
阿克拉加斯人起初在迦太基人处境悲惨时,充分享受着充裕的粮食和其他生活必需品,始终期待着包围能很快解除;但当蛮族的希望重新燃起,且有如此多的数万人口聚集在单一城市中时,他们竟在不知不觉中耗尽了粮食。
§13.88.7λέγεται δὲ καὶ Δέξιππος ὁ Λακεδαιμόνιος πεντεκαίδεκα ταλάντοις διαφθαρῆναι· εὐθὺ γὰρ ἀπεκρίνατο πρὸς τοὺς τῶν Ἰταλιωτῶν στρατηγούς, ὅτι συμφέρει τὸν πόλεμον ἐν ἄλλῳ συστήσασθαι τόπῳ· τὴν γὰρ τροφὴν ἐκλιπεῖν.
据说拉刻代蒙人德克西普斯也被十五塔拉ント所收买;因为他随即对意大利希腊人的将军们回答说,由于粮食行将告罄,在其他地方进行战争更为有利。
διόπερ οἱ στρατηγοὶ πρόφασιν ἐνέγκαντες ὡς διεληλύθασιν οἱ ταχθέντες τῆς στρατηγίας χρόνοι, τὰς δυνάμεις ἀπήγαγον ἐπὶ τὸν πορθμόν.
因此,将军们便借口他们被委任的指挥期限已满,将军队带回了海峡。
§13.88.8μετὰ δὲ τὴν τούτων ἀπαλλαγὴν συνελθόντες οἱ στρατηγοὶ μετὰ τῶν ἐφʼ ἡγεμονίας τεταγμένων διέγνωσαν ἐξετάσαι τὸν ἐν τῇ πόλει σῖτον· ὃν εὑρόντες παντελῶς ὀλίγον ἐθεώρουν ἀναγκαῖον ὑπάρχειν ἐκλιπεῖν τὴν πόλιν.
在这些人离去之后,将军们与担任指挥职务的人召开了会议,决定清点城内的粮食;在发现粮食已经所剩无几后,他们认为必须放弃这座城市。
εὐθὺς οὖν ἐπιγινομένης τῆς νυκτὸς παρήγγειλαν ἀναζευγνύειν ἅπαντας.
于是,夜幕一降临,他们便立即命令所有人撤退。

词汇与语法注释

  1. §13.88.1οἱ περὶ τὸν Δαφναῖον — 指“达普奈乌斯及其部属”。这种“οἱ περὶ + 宾格”的结构是古希腊语中表示某一核心人物及其随从、部属或同僚的惯用表达,此处指达普奈乌斯本人以及他麾下的将领或军队。
  2. §13.88.2εἰ δὲ μή — 意为“否则”或“如果不这样”的省略表达。这是否定前述条件(发放粮食配给)的惯用省略法,在此处替代了“如果不给他们发放粮食配给的话”这一否定条件从句。
  3. §13.88.4ὡς οὐκέτι τολμησόντων πληροῦν τὰς τριήρεις — 这是由 `ὡς` 引导的将来时分词属格独立结构(`τολμησόντων`),表示主观的理由或推测。译为“认为他们(迦太基人)再也无胆量为其战船配备船员”。分词 `τολμησόντων` 的逻辑主语虽然在此句中省略,但显然是指前文的 `tôn Karchedoníon`(迦太基人)。
  4. §13.88.5καταγνόντας τῆς τῶν Ἑλλήνων ὑποθέσεως — 动词 `katagignósko` 通常接属格,意为“判决”或“轻视”,但在此处用于“对希腊人的事业(局势)感到绝望/不看好”的含义。`hypothéseos` 是受该动词支配的属格宾语。
  5. §13.88.6ἔλαθεν αὐτοὺς ὁ σῖτος ἐξαναλωθείς — 这是动词 `lantháno`(`élathen`)与主格分词(`exanalotheís`)结合的经典结构,表示“不知不觉中……”。字面意思是“粮食被消耗光这件事避开了他们的注意”,在此处译为“他们在不知不觉中耗尽了粮食”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §13.88.1-13.88.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.88.1-13.88.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。