Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §13.89.1-13.89.4

阿克拉加斯居民的逃亡与迁居莱翁蒂尼

第 268 段,共 723 段 · 希腊语

内容简介

记述阿克拉加斯居民在夜间突然放弃城市逃往盖拉的悲惨情景,以及他们随后定居于莱翁蒂尼的经过。

§13.89.1τοσούτου δὲ πλήθους ἀνδρῶν γυναικῶν παίδων ἐκλιπόντων τὴν πόλιν ἄφνω πολὺς οἶκτος καὶ δάκρυα κατεῖχε τὰς οἰκίας.
当如此众多的男女老少突然离开城市时,家家户户都充满了极大的哀恸和泪水。
ἅμα γὰρ ὁ τῶν πολεμίων ἐξέπληττε φόβος, ἅμα δὲ διὰ τὴν σπουδὴν ἠναγκάζοντο καταλιπεῖν εἰς διαρπαγὴν τοῖς βαρβάροις ταῦτʼ ἐφʼ οἷς ἑαυτοὺς ἐμακάριζον· ἀφαιρουμένης γὰρ τῆς τύχης τὴν ἐξουσίαν τῶν οἴκοι καλῶν, ἀγαπητὸν ἡγοῦντο τὰ σώματα γοῦν αὑτῶν διασῶσαι.
因为一方面对敌人的恐惧让他们惊惶,另一方面由于行色匆匆,他们被迫留下那些曾让他们引以为傲的财产供蛮族掠夺;因为既然命运夺走了他们享受家中美好财物的机会,他们认为至少能保全自己的性命就已足堪慰藉。
§13.89.2οὐ μόνον δὲ τῆς τοιαύτης πόλεως εὐδαιμονίαν παρῆν ὁρᾶν ἀπολειπομένην, ἀλλὰ καὶ σωμάτων πλῆθος.
不仅能看到这样一座城市的繁荣被抛弃,还能看到众多的人口被遗留。
οἱ μὲν γὰρ ἐν ἀρρωστίαις ὑπὸ τῶν οἰκείων περιεωρῶντο, τῆς καθʼ ἑαυτὸν σωτηρίας ἑκάστου φροντίζοντος, οἱ δὲ ταῖς ἡλικίαις ἤδη προβεβηκότες ὑπὸ τῆς τοῦ γήρως ἀσθενείας κατελείποντο· πολλοὶ δὲ καὶ τὴν ἀλλαγὴν τῆς πατρίδος θανάτου τιμώμενοι τὰς χεῖρας ἑαυτοῖς προσήνεγκαν, ὅπως ταῖς πατρῴαις οἰκίαις ἐναποπνεύσωσιν.
那些身患疾病的人被亲属所忽视,因为每个人都只顾及自身的安全;而那些已经年迈的人则因年老体衰而被留下;还有许多人,宁愿选择死亡也不愿离开祖国,为了在祖辈的房屋中咽下最后一口气,而自寻短见。
§13.89.3οὐ μὴν ἀλλὰ τὸ μὲν ἐκ τῆς πόλεως ἐξιὸν πλῆθος οἱ στρατιῶται μετὰ τῶν ὅπλων παρέπεμπον εἰς τὴν Γέλαν· ἡ δʼ ὁδὸς καὶ πάντα τὰ πρὸς τὴν Γελῴαν ἀποκεκλιμένα τῆς χώρας μέρη ἔγεμε γυναικῶν καὶ παίδων ἀναμὶξ παρθένοις, αἳ τὴν συνήθη τρυφὴν εἰς ὁδοιπορίαν σύντονον καὶ κακοπάθειαν ὑπεράγουσαν μεταβαλλόμεναι διεκαρτέρουν, τοῦ φόβου τὰς ψυχὰς ἐντείνοντος.
尽管如此,士兵们仍全副武装地将从城里撤出的群众护送到盖拉;道路以及该地区通往盖拉方向的所有地方,都挤满了妇女和儿童,其中还混杂着年轻的处女,她们将平时的奢华生活换成了艰苦的行军和极度的苦难,却依然坚忍着,因为恐惧让她们的灵魂紧绷。
§13.89.4οὗτοι μὲν οὖν ἀσφαλῶς διασωθέντες εἰς Γέλαν ὕστερον εἰς Λεοντίνους κατῴκησαν, Συρακοσίων αὐτοῖς δόντων τὴν πόλιν ταύτην οἰκητήριον.
于是,这些安全逃达盖拉的人,后来在莱翁蒂尼定居,因为叙拉古人将这座城市给他们作为居所。

词汇与语法注释

  1. §13.89.1τοσούτου δὲ πλήθους ἀνδρῶν γυναικῶν παίδων ἐκλιπόντων — 这是一个独立属格结构,其中分词 `ἐκλιπόντων` 采用了复数形式。这是因为在语义上它与修饰集合名词 `πλήθους`(单数)的复数名词 `ἀνδρῶν γυναικῶν παίδων` 相一致,即“依意一致(constructio ad sensum)”。
  2. §13.89.1ἀφαιρουμένης γὰρ τῆς τύχης τὴν ἐξουσίαν τῶν οἴκοι καλῶν — 独立属格结构。现在中动分词 `ἀφαιρουμένης` 意为“夺去”,带宾格 `τὴν ἐξουσίαν`(享受的机会/支配权)作为直接宾语;`τῶν οἴκοι καλῶν`(家中的美好财物)则是修饰 `ἐξουσίαν` 的宾格性属格。
  3. §13.89.2τὴν ἀλλαγὴν τῆς πατρίδος θανάτου τιμώμενοι — 中动分词 `τιμώμενοι`(估价、衡量)带宾格直接宾语 `τὴν ἀλλαγὴν`(改变、离开),并带表示价格或价值的属格 `θανάτου`(死),字面意思是“将离开祖国估价为死亡的代价”,即宁死也不愿离开祖国。
  4. §13.89.3ἀναμὶξ παρθένοις — 副词 `ἀναμίξ`(混合、混杂)作介词用,支配与格 `παρθένοις`。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §13.89.1-13.89.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.89.1-13.89.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。