Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §13.88.1-13.88.8

ヒミルコの輸送船拿捕とアクラガス放棄の決定

267 / 723 箇所 · ギリシア語

要旨

ダプナイオス率いるシラクサ軍はカルタゴ軍を食糧攻めにし追い詰めるが、ヒミルコが海路でシラクサの食糧輸送船団を急襲して拿捕し形勢を逆転させる。これによりアクラガス市内は一転して食糧危機に陥り、傭兵の離反やデクシッポスの買収、さらにはイタリアの援軍の撤退を招き、将軍たちはアクラガス放棄を決断する。

§13.88.1μετὰ δὲ τὴν ἐκκλησίαν οἱ περὶ τὸν Δαφναῖον προαγαγόντες τὰς δυνάμεις ἐπεχείρουν μὲν πολιορκεῖν τὴν παρεμβολὴν τῶν Καρχηδονίων, πολυτελῶς δʼ αὐτὴν ὁρῶντες ὠχυρωμένην ταύτης μὲν τῆς ἐπιβολῆς ἀπέστησαν, τὰς δʼ ὁδοὺς ἱππαζόμενοι τούς τʼ ἐν ταῖς προνομαῖς αὐτῶν κατελάμβανον καὶ τῶν σιτοπομπιῶν ἀποκλείοντες εἰς πολλὴν ἀπορίαν ἦγον.
民会ののち、ダプナイオスとその部下たちは軍を進め、カルタゴ人の陣営を包囲することに乗り出したが、それが非常に堅固に要塞化されているのを見て、この企てからは身を引き、道路を騎兵で哨戒して食糧略奪に出ていた敵を捕らえ、また食糧輸送を遮断して彼らを大きな窮乏に陥れた。
§13.88.2οἱ δὲ Καρχηδόνιοι παρατάττεσθαι μὲν οὐ τολμῶντες, τῇ δὲ σιτοδείᾳ δεινῶς πιεζούμενοι, μεγάλοις ἀτυχήμασι περιέπιπτον.
カルタゴ人たちは会戦に臨む勇気はなく、食糧不足にひどく苦しめられて、重大な不幸に見舞われた。
τῶν μὲν γὰρ στρατιωτῶν πολλοὶ διὰ τὴν σπάνιν ἀπέθνησκον, οἱ δὲ Καμπανοὶ μετὰ τῶν ἄλλων μισθοφόρων σχεδὸν ἅπαντες ἐπὶ τὴν Ἰμίλκα σκηνὴν ὠθούμενοι τὰς σιτομετρίας τὰς προτεταγμένας ᾔτουν·
というのも、兵士たちの多くが欠乏のために死亡し、カンパニア人たちは他の傭兵たちとともにおよそ全員がヒミルコの天幕に押し寄せ、約束されていた食糧配給を要求したからである。
εἰ δὲ μή, διηπειλοῦντο μεταβάλλεσθαι πρὸς τοὺς πολεμίους.
もしそれがなければ、敵に寝返ると脅した。
§13.88.3ὁ δʼ Ἰμίλκας ἦν ἀκηκοώς τινος, ὅτι Συρακόσιοι πλῆθος σίτου παρακομίζοιεν εἰς Ἀκράγαντα κατὰ θάλατταν.
ヒミルコはある者から、シラクサ人たちが海路でアクラガスに大量の食糧を運ぼうとしていることを聞いていた。
διόπερ ταύτην μόνην ἔχων ἐλπίδα σωτηρίας, τοὺς μὲν στρατιώτας ἔπεισεν ὀλίγας ἐπισχεῖν ἡμέρας, ἐνέχυρα δοὺς τὰ παρὰ τῶν ἐκ Καρχηδόνος στρατευομένων ποτήρια.
それゆえ、これだけを唯一の救いの望みとして、彼はカルタゴから従軍している者たちの杯を担保として与え、兵士たちを説得して数日間踏みとどまらせた。
§13.88.4καὶ αὐτὸς μὲν ἐκ Πανόρμου καὶ Μοτύης μεταπεμψάμενος τεσσαράκοντα τριήρεις ἐπέθετο τοῖς τὴν ἀγορὰν παρακομίζουσιν·
そして彼自身はパノルモスとモテυエから四十隻の三段櫂船を呼び寄せ、食糧を輸送している者たちを襲撃した。
οἱ δὲ Συρακόσιοι, τὸν ἔμπροσθεν χρόνον τῶν βαρβάρων τῆς θαλάττης παρακεχωρηκότων καὶ τοῦ χειμῶνος ἐνεστηκότος ἤδη, κατεφρόνουν τῶν Καρχηδονίων, ὡς οὐκέτι τολμησόντων πληροῦν τὰς τριήρεις.
一方、シラクサ人たちは、それまでの間、蛮族たちが海の支配権を譲り渡していたこと、また、すでに冬が始まっていたことから、カルタゴ人たちを侮っており、彼らはもはや三段櫂船に乗組員を乗り込ませる勇気はないだろうと考えていた。
§13.88.5διόπερ ὀλιγώρως αὐτῶν παραπεμψάντων τὴν ἀγοράν, Ἰμίλκας ἐκπλεύσας τεσσαράκοντα τριήρεσιν ἄφνω κατέδυσε μὲν τῶν μακρῶν νεῶν ὀκτώ, τὰς δʼ ἄλλας εἰς τὸν αἰγιαλὸν κατεδίωξεν·
それゆえ彼らが油断して食糧を護送していたところ、ヒミルコは四十隻の三段櫂船で出航して突如、軍船のうち八隻を撃沈し、他の船を海岸へと追い詰め、その他の輸送船すべてを拿捕した。
τῶν δʼ ἄλλων πλοίων ἁπάντων κυριεύσας, τοσοῦτον εἰς τοὐναντίον τὰς ἑκατέρων ἐλπίδας μεταπεσεῖν ἐποίησεν, ὥστε τοὺς παρὰ τοῖς Ἀκραγαντίνοις Καμπανοὺς καταγνόντας τῆς τῶν Ἑλλήνων ὑποθέσεως πεντεκαίδεκα ταλάντοις φθαρῆναι καὶ μεταβαλέσθαι πρὸς τοὺς Καρχηδονίους.
こうして双方の希望を正反対の方向へと一変させたので、アクラガス側にいたカンパニア人たちはギリシア人の形勢に見切りをつけ、十五タラントンで買収されてカルタゴ人の方へと寝返るほどであった。
§13.88.6οἱ δὲ Ἀκραγαντῖνοι τὸ μὲν πρῶτον κακῶς ἀπαλλαττόντων τῶν Καρχηδονίων ἀφθόνως ἀπήλαυον τοῦ τε σίτου καὶ τῶν ἄλλων ἐπιτηδείων, ἀεὶ προσδοκῶντες ταχέως λυθήσεσθαι τὴν πολιορκίαν·
一方アクラガス人たちは、最初はカルタゴ人たちが苦境に陥っていたため食糧やその他の必需品を豊富に享受しており、包囲がまもなく解かれるだろうと常に期待していた。
ἐπεὶ δʼ αἱ τῶν βαρβάρων ἐλπίδες ἀνέκυψαν καὶ τοσαῦται μυριάδες εἰς μίαν ἠθροίσθησαν πόλιν, ἔλαθεν αὐτοὺς ὁ σῖτος ἐξαναλωθείς.
しかし、蛮族たちの希望が再び持ち直し、また、これほど多くの大軍が一つの都市に集まっていたため、彼らは気づかぬうちに食糧を使い果たしてしまった。
§13.88.7λέγεται δὲ καὶ Δέξιππος ὁ Λακεδαιμόνιος πεντεκαίδεκα ταλάντοις διαφθαρῆναι·
また、ラケダイモン人のデクシッポスも十五タラントンで買収されたと言われている。
εὐθὺ γὰρ ἀπεκρίνατο πρὸς τοὺς τῶν Ἰταλιωτῶν στρατηγούς, ὅτι συμφέρει τὸν πόλεμον ἐν ἄλλῳ συστήσασθαι τόπῳ· τὴν γὰρ τροφὴν ἐκλιπεῖν.
というのも、彼はイタリアの将軍たちに、食糧が尽きかけているため、戦争は他の場所で行うのが有益であるとすぐさま答えたからである。
διόπερ οἱ στρατηγοὶ πρόφασιν ἐνέγκαντες ὡς διεληλύθασιν οἱ ταχθέντες τῆς στρατηγίας χρόνοι, τὰς δυνάμεις ἀπήγαγον ἐπὶ τὸν πορθμόν.
それゆえ将軍たちは、自分たちの任期が過ぎたという口実を設けて、軍勢を海峡へと撤退させた。
§13.88.8μετὰ δὲ τὴν τούτων ἀπαλλαγὴν συνελθόντες οἱ στρατηγοὶ μετὰ τῶν ἐφʼ ἡγεμονίας τεταγμένων διέγνωσαν ἐξετάσαι τὸν ἐν τῇ πόλει σῖτον·
彼らの去った後、将軍たちは指揮官の地位に就いている者たちとともに集まり、市内の食糧を調査することを決定した。
ὃν εὑρόντες παντελῶς ὀλίγον ἐθεώρουν ἀναγκαῖον ὑπάρχειν ἐκλιπεῖν τὴν πόλιν.
それが極めてわずかであることを知ると、都市を放棄せざるを得ないと考えた。
εὐθὺς οὖν ἐπιγινομένης τῆς νυκτὸς παρήγγειλαν ἀναζευγνύειν ἅπαντας.
そこで、夜が訪れるとすぐに、全員に撤退を命じた。

語釈・文法注

  1. §13.88.1οἱ περὶ τὸν Δαφναῖον — 「ダプナイオスとその一派(部下たち)」を指す。この「οἱ περὶ + 対格」の表現は、中心人物とその同伴者や部下をまとめる慣用的な表現であり、ここではダプナイオス自身とその配下の将兵、あるいは共同の将軍たちを指している。
  2. §13.88.2εἰ δὲ μή — 「さもなければ」を意味する省略表現。直前の条件(食糧を配給すること)の否定を省略して示す慣用表現であり、ここでは「もし食糧配給がなされないならば」という否定の条件節の代わりとして機能している。
  3. §13.88.4ὡς οὐκέτι τολμησόντων πληροῦν τὰς τριήρεις — ὡς +未来分詞属格独立(τολμησόντων)の構造。主観的な理由や予想を表し、「彼ら(カルタゴ人)はもはや三段櫂船に乗組員を満たす(艤装する)勇気はないだろうと考えて」という意味になる。τολμησόντων の主語は属格名詞を伴わないが、前文の τῶν Καρχηδονίων に一致するか、あるいは省略されている。
  4. §13.88.5καταγνόντας τῆς τῶν Ἑλλήνων ὑποθέσεως — 動詞 καταγιγνώσκω は通常「罪を宣告する」や「軽蔑する」などの意味で属格をとるが、ここでは「ギリシア人の企て(形勢)に見切りをつけ、絶望して」という文脈で使われている。ὑποθέσεως はその目的語となる属格。
  5. §13.88.6ἔλαθεν αὐτοὺς ὁ σῖτος ἐξαναλωθείς — 動詞 λανθάνω と分詞(ἐξαναλωθείς)の結合。主語「食糧(ὁ σῖτος)」が「彼らに知られずに(ἔλαθεν αὐτοὺς)使い果たされた(ἐξαναλωθείς)」という、ギリシア語に特徴的な「気づかぬうちに〜する」という表現。主語が物であるため、受動分詞が使われ、「彼らは気づかぬうちに食糧を使い果たしてしまった」と訳される。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §13.88.1-13.88.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.88.1-13.88.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。