§13.87.1Ἰμίλκων δὲ πυθόμενος τὴν τῶν πολεμίων ἔφοδον, ἀπέστειλεν αὐτοῖς ἀπαντᾶν τούς τε Ἴβηρας καὶ Καμπανοὺς καὶ τῶν ἄλλων οὐκ ἐλάττους τετρακισμυρίων.
希米尔科得知敌军来袭,派出了伊比利亚人、坎帕尼亚人以及其他不少于四万人的军队去迎击他们。
ἤδη δὲ τῶν Συρακοσίων τὸν Ἱμέραν ποταμὸν διαβεβηκότων ἀπήντησαν οἱ βάρβαροι, καὶ παρατάξεως γενομένης ἐπὶ πολὺν χρόνον ἐνίκησαν οἱ Συρακόσιοι καὶ πλείους τῶν ἑξακισχιλίων ἀνεῖλον.
叙拉古人已经渡过希梅拉斯河,蛮族与他们相遇,在进行了长时间的交战后,叙拉古人获得胜利,斩杀六千余人。
§13.87.2τελέως δὲ ὅλον τὸ στρατόπεδον διέφθειραν ἂν καὶ μέχρι τῆς πόλεως κατεδίωξαν, ἀλλὰ τῶν στρατιωτῶν ἀτάκτως διωκόντων ὁ στρατηγὸς εὐλαβήθη, μήποτε μετὰ τοῦ λοιποῦ στρατεύματος Ἰμίλκας ἐπιφανεὶς ἀναλάβῃ τὴν ἧτταν.
他们本可以彻底消灭敌人的整个营地,并一直追击到城下;但是由于士兵们无秩序地追击,将军感到担忧,生怕希米尔科率领其余军队突然出现,扭转败局。
καὶ γὰρ τοὺς Ἱμεραίους ἐγίνωσκε παρὰ τὴν αὐτὴν αἰτίαν τοῖς ὅλοις ἐπταικότας.
因为他知道,希梅拉人正是因为完全相同的原因而遭遇了惨败。
οὐ μὴν ἀλλὰ τῶν βαρβάρων φευγόντων εἰς τὴν πρὸς Ἀκράγαντι παρεμβολήν, οἱ κατὰ τὴν πόλιν στρατιῶται θεωροῦντες τὴν τῶν Καρχηδονίων ἧτταν ἐδέοντο τῶν στρατηγῶν ἐξάγειν αὐτούς, καιρὸν εἶναι φάσκοντες τοῦ φθεῖραι τὴν τῶν πολεμίων δύναμιν.
尽管如此,当蛮族向着阿克拉加斯附近的营地逃跑时,城里的士兵目睹了迦太基人的败局,便请求将军们带领他们出击,称这是消灭敌军主力的绝佳时机。
§13.87.3οἱ δʼ, εἴτε χρήμασιν ἐφθαρμένοι, καθάπερ ἦν λόγος, εἴτε φοβηθέντες μὴ τῆς πόλεως ἐρημωθείσης Ἰμίλκων αὐτὴν καταλάβηται, τῆς ὁρμῆς ἐπέσχον τοὺς στρατιώτας.
但将军们要么像传闻所说的那样被贿赂所收买,要么害怕城市空虚时希米尔科会将其占领,因而制止了士兵们的冲动。
οἱ μὲν οὖν φεύγοντες μετὰ πάσης ἀσφαλείας διεσώθησαν εἰς τὴν πρὸς τῇ πόλει παρεμβολήν.
于是,逃跑的敌军完全安全地逃回了城旁的营地。
ὁ δὲ Δαφναῖος μετὰ τῆς δυνάμεως παραγενηθεὶς εἰς τὴν ὑπὸ τῶν βαρβάρων ἐκλελειμμένην στρατοπεδείαν, ἐν ταύτῃ παρενέβαλεν.
达普奈乌斯则率领军队来到被蛮族遗弃的营地,并在那里安营扎寨。
§13.87.4εὐθὺ δὲ καὶ τῶν ἐκ τῆς πόλεως στρατιωτῶν ἐπιμιχθέντων καὶ τοῦ Δεξίππου συγκαταβάντος αὐτοῖς, ἀπὸ συνδρομῆς εἰς ἐκκλησίαν τὰ πλήθη συνῆλθεν·
紧接着,城里的士兵也加入进来,德克西普斯也下来与他们会合,群众因自发的聚集而汇成了民会。
πάντων δʼ ἀγανακτούντων ἐπὶ τῷ παρεῖσθαι τὸν καιρὸν καὶ κεκρατηκότας τῶν βαρβάρων τὴν προσήκουσαν τιμωρίαν παρʼ αὐτῶν μὴ λαβεῖν, ἀλλὰ δυναμένους τοὺς ἐκ τῆς πόλεως στρατηγοὺς ἐπεξελθεῖν καὶ διαφθεῖραι τὴν τῶν πολεμίων δύναμιν ἀφεικέναι τοσαύτας μυριάδας·
所有人都对错失良机感到愤怒,因为他们虽然战胜了蛮族,却未能让他们受到应有的惩罚,反而城里的将军们本可以出击并消灭敌军,却放走了这么多的数万敌兵。
§13.87.5θορύβου δὲ καὶ πολλῆς κραυγῆς ἐπεχούσης τὴν ἐκκλησίαν, παρελθὼν Μένης ὁ Καμαριναῖος ἐφʼ ἡγεμονίας τεταγμένος κατηγόρησε τῶν Ἀκραγαντίνων στρατηγῶν καὶ πάντας οὕτω παρώξυνεν, ὥστε τῶν κατηγορουμένων ἐγχειρούντων ἀπολογεῖσθαι μηδένα προσδέχεσθαι τοὺς λόγους, καὶ τὸ πλῆθος ὁρμῆσαν ἐπὶ τὸ βάλλειν τοῖς λίθοις τέσσαρας αὐτῶν καταλεῦσαι, τὸν δὲ πέμπτον, Ἀργεῖον καλούμενον, τὴν δʼ ἡλικίαν παντελῶς ὄντα νεώτερον, ἀφεθῆναι·
在混乱和巨大的喧嚣充斥着民会之时,担任指挥官职位的卡马里纳人梅内斯走上前去,指控阿克拉加斯的将军们,并如此激怒了所有人,以至于当被告们试图辩护时,没有一个人听取他们的解释,群众冲上去投掷石块,将他们中的四人砸死,而第五人名叫阿尔盖乌斯,因年龄极轻而被放免。
βλασφημίας δὲ τυγχάνειν καὶ τὸν Λακεδαιμόνιον Δέξιππον, ὅτι τεταγμένος ἐφʼ ἡγεμονίας καὶ δοκῶν εἶναι τῶν πολεμικῶν ἔργων οὐκ ἄπειρος τοῦτʼ ἔπραξε προδοσίας ἕνεκα.
此外,拉刻代蒙人德克西普斯也遭到了谴责,因为他身为指挥官,且被认为并非不通军事,却因叛国而做出了这种事。