Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §13.83.1-13.83.4

阿克拉加斯富豪泰利亚斯的待客之道与逸事

第 262 段,共 723 段 · 希腊语

内容简介

叙述了阿克拉加斯首富泰利亚斯非凡的待客之道、其规模宏大的酒窖,以及他出使肯托里帕时的逸事,展现了其平庸的外貌与机智的心灵。

§13.83.1ἦν δὲ τῶν Ἀκραγαντίνων σχεδὸν πλουσιώτατος κατʼ ἐκεῖνον τὸν χρόνον Τελλίας, ὃς κατὰ τὴν οἰκίαν ξενῶνας ἔχων πλείους πρὸς ταῖς πύλαις ἔταττεν οἰκέτας, οἷς παρηγγελμένον ἦν ἅπαντας τοὺς ξένους καλεῖν ἐπὶ ξενίᾳ.
当时,泰利亚斯是阿克拉加斯人中最富有的,他在家中设有许多客房,并在门口派驻了仆人,他们奉命邀请所有的外乡人前来接受款待。
πολλοὶ δὲ καὶ τῶν ἄλλων Ἀκραγαντίνων ἐποίουν τὸ παραπλήσιον, ἀρχαϊκῶς καὶ φιλανθρώπως ὁμιλοῦντες· διόπερ καὶ Ἐμπεδοκλῆς λέγει περὶ αὐτῶν, " ξείνων αἰδοῖοι λιμένες, κακότητος ἄπειροι. "
许多其他阿克拉加斯人也做着类似的事,以古风而仁慈的方式与人交往;因此恩培多克勒也这样评价他们: “接纳宾客的温厚港湾,不染邪恶之人。
§13.83.2καὶ δή ποτε πεντακοσίων ἱππέων παραγενομένων ἐκ Γέλας χειμερίου περιστάσεως οὔσης, καθάπερ φησὶ Τίμαιος ἐν τῇ πεντεκαιδεκάτῃ βίβλῳ, πάντας αὐτὸς ὑπεδέξατο, καὶ παραχρῆμα πᾶσιν ἱμάτια καὶ χιτῶνας ἔνδοθεν προενέγκας ἔδωκεν.
” 的确,有一次,当五百名骑兵在冬日的恶劣天气中从盖拉来到时,正如蒂迈欧在第十五卷中所说,他亲自接待了所有人,并立即从屋里拿出外衣和内衣分发给每个人。
§13.83.3καὶ Πολύκλειτος ἐν ταῖς ἱστορίαις ἐξηγεῖται περὶ τοῦ κατὰ τὴν οἰκίαν πιθεῶνος λέγων ὡς διαμείναντος αὐτοῦ τε στρατευομένου ἐν Ἀκράγαντι τεθεωρηκότος· εἶναι δʼ ἐν αὐτῷ τριακοσίους μὲν πίθους ἐξ αὐτῆς τῆς πέτρας τετμημένους, ἕκαστον ἑκατὸν ἀμφορεῖς χωροῦντα· κολυμβήθραν δὲ παρʼ αὐτοῖς ὑπάρχειν κεκονιαμένην, χωροῦσαν ἀμφορεῖς χιλίους, ἐξ ἧς τὴν ῥύσιν εἰς τοὺς πίθους γίνεσθαι.
波利克里托斯在历史著作中也详细描述了他家中的酒窖,说他自己随军出征时曾在阿克拉加斯停留并亲眼目睹:其中有三百个直接从岩石中开凿出来的酒瓮,每个可容纳一百个阿姆福拉;而在它们旁边有一个涂了灰泥的蓄水池,可容纳一千个阿姆福拉,酒液便是从这里流入各个酒瓮之中的。
§13.83.4γεγονέναι δέ φασι τὸν Τελλίαν τὸ μὲν εἶδος εὐτελῆ παντελῶς, τὸ δὲ ἦθος θαυμαστόν.
据说泰利亚斯的外表极其平庸,但品德令人赞叹。
ἀποσταλέντος οὖν αὐτοῦ πρὸς Κεντοριπίνους κατὰ πρεσβείαν, καὶ παρεληλυθότος εἰς τὴν ἐκκλησίαν, τὸ μὲν πλῆθος προέπεσεν εἰς ἄκαιρον γέλωτα, θεωροῦν καταδεέστερον τῆς περὶ αὐτοῦ δόξης·
因此,当他作为使者被派往肯托里帕,并步入大会时,群众看到他的外表与其名声相去甚远,便爆发出一阵不合时宜的嘲笑。
ὁ δʼ ὑπολαβὼν εἶπε μὴ θαυμάζειν· ἐν ἔθει γὰρ εἶναι τοῖς Ἀκραγαντίνοις πρὸς μὲν τὰς ἐπιδόξους πόλεις ἀποστέλλειν τοὺς κρατίστους τῷ κάλλει, πρὸς δὲ τὰς ταπεινὰς καὶ λίαν εὐτελεῖς ὁμοίους.
而他打断他们,对他们说不要感到惊讶;因为阿克拉加斯人的习惯是,向享有盛名的城市派遣在外貌上最优秀的人,而向卑微且极其平庸的城市派遣与其对等的人。

词汇与语法注释

  1. §13.83.1ξείνων αἰδοῖοι λιμένες, κακότητος ἄπειροι — 引用自恩培多克勒的诗句(DK 31 B 112, v. 3)。`ξείνων` 是修饰 `αἰδοῖοι`(温厚的、款待的)的宾格性属格,或修饰 `λιμένες` 的属格。`κακότητος` 是受形容词 `ἄπειροι`(无经验的、未尝的)支配的限制属格。
  2. §13.83.3ὡς διαμείναντος αὐτοῦ τε στρατευομένου ἐν Ἀκράγαντι τεθεωρηκότος — 在引入主观或间接陈述的连词 `ὡς` 之后,使用了属格代名词 `αὐτοῦ`(指代主句主语,即发言者波利克里托斯)以及与其一致的属格分词 `διαμείναντος` 和 `τεθεωρηκότος`。尽管由于主语与主句相同本应使用主格分词,但在 `ὡς` 的影响下,此处采用了类似于属格绝对(或间接引语中的属格分词)的变则结构。
  3. §13.83.4ὁμοίους — 宾格复数形容词 `ὁμοίους`(与……类似的人)充当不定式 `ἀποστέλλειν` 省略的宾语。结合前文的 `ταπεινὰς καὶ λίαν εὐτελεῖς`(卑微且极其平庸的城市),它指的是向那些地位低下的城市派遣与当地居民同样(外表平庸)的使者。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §13.83.1-13.83.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.83.1-13.83.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。