§13.83.1ἦν δὲ τῶν Ἀκραγαντίνων σχεδὸν πλουσιώτατος κατʼ ἐκεῖνον τὸν χρόνον Τελλίας, ὃς κατὰ τὴν οἰκίαν ξενῶνας ἔχων πλείους πρὸς ταῖς πύλαις ἔταττεν οἰκέτας, οἷς παρηγγελμένον ἦν ἅπαντας τοὺς ξένους καλεῖν ἐπὶ ξενίᾳ.
当時、アクラガス人のうちでほぼ最も富裕だったのはテリアスであった。 彼は自宅に多くの客室を持っており、門のところに、すべての異邦人を温かくもてなすため招くよう命じられていた召使たちを配置していた。
πολλοὶ δὲ καὶ τῶν ἄλλων Ἀκραγαντίνων ἐποίουν τὸ παραπλήσιον, ἀρχαϊκῶς καὶ φιλανθρώπως ὁμιλοῦντες·
他のアクラガス人の多くも、古風で親切な仕方で交際し、同様のことを行っていた。
διόπερ καὶ Ἐμπεδοκλῆς λέγει περὶ αὐτῶν,
"
ξείνων αἰδοῖοι λιμένες, κακότητος ἄπειροι. "
それゆえエンペドクレスも彼らについてこう言っている。 「旅人を敬う港、悪しきことを知らぬ人々よ。
§13.83.2καὶ δή ποτε πεντακοσίων ἱππέων παραγενομένων ἐκ Γέλας χειμερίου περιστάσεως οὔσης, καθάπερ φησὶ Τίμαιος ἐν τῇ πεντεκαιδεκάτῃ βίβλῳ, πάντας αὐτὸς ὑπεδέξατο, καὶ παραχρῆμα πᾶσιν ἱμάτια καὶ χιτῶνας ἔνδοθεν προενέγκας ἔδωκεν.
」そして、かつてゲラから五百人の騎兵が、冬の悪天候のときに到着した際、ティマイオスが第十五巻で述べているように、彼自身が全員を迎え入れ、すぐさま内から上着と下着を持ち出して全員に与えた。
§13.83.3καὶ Πολύκλειτος ἐν ταῖς ἱστορίαις ἐξηγεῖται περὶ τοῦ κατὰ τὴν οἰκίαν πιθεῶνος λέγων ὡς διαμείναντος αὐτοῦ τε στρατευομένου ἐν Ἀκράγαντι τεθεωρηκότος·
また、ポリュクレイトスは歴史の中で、彼の家にある酒倉について説明し、彼自身が兵役に就いていたときにアクラガスに留まり、それを目撃したと述べている。
εἶναι δʼ ἐν αὐτῷ τριακοσίους μὲν πίθους ἐξ αὐτῆς τῆς πέτρας τετμημένους, ἕκαστον ἑκατὸν ἀμφορεῖς χωροῦντα· κολυμβήθραν δὲ παρʼ αὐτοῖς ὑπάρχειν κεκονιαμένην, χωροῦσαν ἀμφορεῖς χιλίους, ἐξ ἧς τὴν ῥύσιν εἰς τοὺς πίθους γίνεσθαι.
すなわち、その中には、岩そのものから切り出され、それぞれ百アムポレウスを容れる三百個の大甕があり、またそれらの傍らに、漆喰を塗られた、千アムポレウスを容れる大槽があり、そこから大甕へ流れ込むようになっていたという。
§13.83.4γεγονέναι δέ φασι τὸν Τελλίαν τὸ μὲν εἶδος εὐτελῆ παντελῶς, τὸ δὲ ἦθος θαυμαστόν.
テリアスは容姿はまったく貧相であったが、人柄は驚嘆すべきものであったと言われている。
ἀποσταλέντος οὖν αὐτοῦ πρὸς Κεντοριπίνους κατὰ πρεσβείαν, καὶ παρεληλυθότος εἰς τὴν ἐκκλησίαν, τὸ μὲν πλῆθος προέπεσεν εἰς ἄκαιρον γέλωτα, θεωροῦν καταδεέστερον τῆς περὶ αὐτοῦ δόξης·
そこで彼がケントリパに使節として派遣され、民会に入場したとき、群衆は彼に対する評判に比してあまりに劣る姿を見て、不相応な笑い声をあげた。
ὁ δʼ ὑπολαβὼν εἶπε μὴ θαυμάζειν·
すると彼はさえぎって、驚いてはならないと言った。
ἐν ἔθει γὰρ εἶναι τοῖς Ἀκραγαντίνοις πρὸς μὲν τὰς ἐπιδόξους πόλεις ἀποστέλλειν τοὺς κρατίστους τῷ κάλλει, πρὸς δὲ τὰς ταπεινὰς καὶ λίαν εὐτελεῖς ὁμοίους.
なぜならアクラガス人には、名高い都市に対しては美しさにおいて最も優れた者たちを派遣し、卑小で極めて貧相な都市に対しては、それと同等の者を派遣する習慣があるからである、と。