§13.82.1ἥ τε γὰρ τῶν ἱερῶν κατασκευὴ καὶ μάλιστα ὁ τοῦ Διὸς νεὼς ἐμφαίνει τὴν μεγαλοπρέπειαν τῶν τότε ἀνθρώπων·
事实上,神殿的建造,尤其是宙斯神殿,展现了当时人们的宏伟气度。
τῶν μὲν οὖν ἄλλων ἱερῶν τὰ μὲν κατεκαύθη, τὰ δὲ τελείως κατεσκάφη διὰ τὸ πολλάκις ἡλωκέναι τὴν πόλιν, τὸ δʼ Ὀλύμπιον μέλλον λαμβάνειν τὴν ὀροφὴν ὁ πόλεμος ἐκώλυσεν· ἐξ οὗ τῆς πόλεως κατασκαφείσης οὐδέποτε ὕστερον ἴσχυσαν Ἀκραγαντῖνοι τέλος ἐπιθεῖναι τοῖς οἰκοδομήμασιν.
在其他神殿中,有些被烧毁,有些则因为城市多次陷落而被彻底夷平,而奥林匹亚宙斯神殿正在要盖上屋顶之时,战争阻碍了它;自此以后,由于城市被毁,阿克拉加斯人此后便再也无力为这些建筑物完工。
§13.82.2ἔστι δὲ ὁ νεὼς ἔχων τὸ μὲν μῆκος πόδας τριακοσίους τεσσαράκοντα, τὸ δὲ πλάτος ἑξήκοντα, τὸ δὲ ὕψος ἑκατὸν εἴκοσι χωρὶς τοῦ κρηπιδώματος.
该神殿长三百四十英尺,宽六十英尺,高一百二十英尺(不计基石)。
μέγιστος δʼ ὢν τῶν ἐν Σικελίᾳ καὶ τοῖς ἐκτὸς οὐκ ἀλόγως ἂν συγκρίνοιτο κατὰ τὸ μέγεθος τῆς ὑποστάσεως· καὶ γὰρ εἰ μὴ τέλος λαβεῖν συνέβη τὴν ἐπιβολήν, ἥ γε προαίρεσις ὑπάρχει φανερά.
作为西西里最大的神殿,就其基础设计的规模而言,即使与岛外的神殿相比也并非不合常理;因为即使这项工程未能最终完工,其意图至少是显而易见的。
§13.82.3τῶν δʼ ἄλλων ἢ μετὰ περιτειχῶν τοὺς νεὼς οἰκοδομούντων ἢ κύκλῳ κίοσι τοὺς σηκοὺς περιλαμβανόντων, οὗτος ἑκατέρας τούτων μετέχει τῶν ὑποστάσεων· συνῳκοδομοῦντο γὰρ τοῖς τοίχοις οἱ κίονες, ἔξωθεν μὲν στρογγύλοι, τὸ δʼ ἐντὸς τοῦ νεὼ ἔχοντες τετράγωνον· καὶ τοῦ μὲν ἐκτὸς μέρους ἐστὶν αὐτῶν ἡ περιφέρεια ποδῶν εἴκοσι, καθʼ ἣν εἰς τὰ διαξύσματα δύναται ἀνθρώπινον ἐναρμόζεσθαι σῶμα, τὸ δʼ ἐντὸς ποδῶν δώδεκα.
其他人在建造神殿时,要么带有外墙,要么用柱子环绕内殿,而这座神殿则兼具这两种设计;因为柱子是嵌入墙壁中建造的,外侧呈圆形,而神殿内侧则呈方形;柱子外侧部分的周长为二十英尺,其凹槽中可以容纳一个人的身体,内侧部分则为十二英尺。
§13.82.4τῶν δὲ στοῶν τὸ μέγεθος καὶ τὸ ὕψος ἐξαίσιον ἐχουσῶν, ἐν μὲν τῷ πρὸς ἕω μέρει τὴν γιγαντομαχίαν ἐποιήσαντο γλυφαῖς καὶ τῷ μεγέθει καὶ τῷ κάλλει διαφερούσαις, ἐν δὲ τῷ πρὸς δυσμὰς τὴν ἅλωσιν τῆς Τροίας, ἐν ᾗ τῶν ἡρώων ἕκαστον ἰδεῖν ἔστιν οἰκείως τῆς περιστάσεως δεδημιουργημένον.
此外,由于柱廊的规模和高度都极其宏伟,在朝东的部分,他们用在规模和美感上都极其出色的浮雕表现了“巨人之战”,在朝西的部分则表现了“特洛伊的陷落”,其中可以看到每位英雄都被雕刻得切合其所处的境遇。
§13.82.5ἦν δὲ καὶ λίμνη κατʼ ἐκεῖνον τὸν χρόνον ἐκτὸς τῆς πόλεως χειροποίητος, ἔχουσα τὴν περίμετρον σταδίων ἑπτά, τὸ δὲ βάθος εἴκοσι πηχῶν· εἰς ἣν ἐπαγομένων ὑδάτων ἐφιλοτέχνησαν πλῆθος ἰχθύων ἐν αὐτῇ ποιῆσαι παντοίων εἰς τὰς δημοσίας ἑστιάσεις, μεθʼ ὧν συνδιέτριβον κύκνοι καὶ τῶν ἄλλων ὀρνέων πολὺ πλῆθος, ὥστε μεγάλην τέρψιν παρασκευάζειν τοῖς θεωμένοις.
当时在城外还有一个人工湖,周长七斯塔德,深二十肘;引水入湖后,他们精心设计,在其中养殖了大量各种鱼类,以备公共宴会之用,与这些鱼类相伴的还有天鹅和大量其他鸟类,给观赏者带来了极大的乐趣。
§13.82.6δηλοῖ δὲ τὴν τρυφὴν αὐτῶν καὶ ἡ πολυτέλεια τῶν μνημείων, ἃ τινὰ μὲν τοῖς ἀθληταῖς ἵπποις κατεσκεύασαν, τινὰ δὲ τοῖς ὑπὸ τῶν παρθένων καὶ παίδων ἐν οἴκῳ τρεφομένοις ὀρνιθαρίοις, ἃ Τίμαιος ἑωρακέναι φησὶ μέχρι τοῦ καθʼ ἑαυτὸν βίου διαμένοντα.
他们的奢侈也通过纪念建筑的昂贵得以展现,其中一些是为在竞技中获胜的马匹建造的,另一些则是为少女和男童在家里养殖的小鸟建造的,据蒂迈欧说,这些建筑一直保留到他自己的时代。
§13.82.7καὶ κατὰ τὴν προτέραν δὲ ταύτης Ὀλυμπιάδα, δευτέραν ἐπὶ ταῖς ἐνενήκοντα, νικήσαντος Ἐξαινέτου Ἀκραγαντίνου, κατήγαγον αὐτὸν εἰς τὴν πόλιν ἐφʼ ἅρματος· συνεπόμπευον δʼ αὐτῷ χωρὶς τῶν ἄλλων συνωρίδες τριακόσιαι λευκῶν ἵππων, πᾶσαι παρʼ αὐτῶν τῶν Ἀκραγαντίνων.
而在此前的奥林匹亚期,即第九十二届,当阿克拉加斯人埃克赛内托斯获胜时,他们用战车载着他迎入城内;在这支队伍中,除了其他随行车辆外,还有三百辆由白马牵引的双马战车,全部属于阿克拉加斯人自己。
§13.82.8καθόλου δὲ καὶ τὰς ἀγωγὰς εὐθὺς ἐκ παίδων ἐποιοῦντο τρυφεράς, τήν τʼ ἐσθῆτα μαλακὴν φοροῦντες καθʼ ὑπερβολὴν καὶ χρυσοφοροῦντες, ἔτι δὲ στλεγγίσι καὶ ληκύθοις ἀργυραῖς τε καὶ χρυσαῖς χρώμενοι.
总之,他们从小就过着奢侈的生活方式,穿着极其柔软的衣服,佩戴黄金饰品,甚至连刮身板和油瓶都使用金银制成的。