Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §13.81.1-13.81.5

叙拉古求援与阿克拉加斯的备战

第 260 段,共 723 段 · 希腊语

内容简介

在迦太基主力准备渡海之际,叙拉古向希腊各地寻求结盟,而与迦太基接壤的富庶城市阿克拉加斯预料自己将首当其冲,开始将人口和财产撤入城墙内。

§13.81.1διαβοηθείσης δὲ τῆς Ἀννίβα βοηθείας κατὰ τὴν νῆσον, ἅπαντες προσεδόκων καὶ τὰς δυνάμεις εὐθέως διαβιβασθήσεσθαι.
当汉尼拔增援的消息在岛上传开时,所有人均预料大军也即将立即渡海而来。
αἱ δὲ πόλεις τὸ μέγεθος τῆς παρασκευῆς ἀκούουσαι, καὶ συλλογιζόμεναι τὸν ἀγῶνα περὶ τῶν ὅλων ἐσόμενον, οὐ μετρίως ἠγωνίων.
各城市听到动员规模之庞大,并想到这将是一场关系到存亡的斗争,因而感到无比焦虑。
§13.81.2οἱ μὲν οὖν Συρακόσιοι πρός τε τοὺς κατʼ Ἰταλίαν Ἕλληνας καὶ πρὸς Λακεδαιμονίους περὶ συμμαχίας διεπέμποντο· ἀπέστελλον δὲ καὶ πρὸς τὰς ἐν Σικελίᾳ πόλεις τοὺς παρορμήσοντας τὰ πλήθη πρὸς τὸν ὑπὲρ τῆς κοινῆς ἐλευθερίας κίνδυνον.
因此,叙拉古人派人前往意大利的希腊人和拉刻代蒙人那里寻求结盟;他们还向西西里的各个城市派出了使者,以鼓舞民众去面对为了共同自由而来的危险。
§13.81.3Ἀκραγαντῖνοι δέ, ὁμοροῦντες τῇ τῶν Καρχηδονίων ἐπικρατείᾳ, διελάμβανον, ὅπερ ἦν, ἐπʼ αὐτοὺς πρώτους ἥξειν τὸ τοῦ πολέμου βάρος.
而与迦太基领土接壤的阿克拉加斯人则断定(事实也确实如此),战争的重担将首先落在他们身上。
ἔδοξεν οὖν αὐτοῖς τόν τε σῖτον καὶ τοὺς ἄλλους καρπούς, ἔτι δὲ τὰς κτήσεις ἁπάσας, ἀπὸ τῆς χώρας κατακομίζειν ἐντὸς τῶν τειχῶν.
因此,他们决定将粮食和其他作物,乃至所有的财产,从乡间运进城墙之内。
§13.81.4κατʼ ἐκείνους δὲ τοὺς καιροὺς τήν τε πόλιν καὶ τὴν χώραν τῶν Ἀκραγαντίνων συνέβαινεν εὐδαιμονίας ὑπάρχειν πλήρη· περὶ ἧς οὐκ ἀνάρμοστόν μοι φαίνεται διελθεῖν.
在那个时期,阿克拉加斯人的城市和乡间恰好充满了繁荣;对我来说,叙述这一点似乎并非不合时宜。
καὶ γὰρ ἀμπελῶνες τοῖς μεγέθεσι καὶ τῷ κάλλει διαφέροντες, καὶ τὸ πλεῖστον τῆς χώρας ἐλαίαις κατάφυτον, ἐξ ἧς παμπληθῆ κομιζόμενοι καρπὸν ἐπώλουν εἰς Καρχηδόνα·
因为那里有在规模和美观上都极为出众的葡萄园,且土地的大部分都种植着橄榄树,他们从这片土地中收获了极丰盛的果实并销往迦太基。
§13.81.5οὔπω γὰρ κατʼ ἐκείνους τοὺς χρόνους τῆς Λιβύης πεφυτευμένης οἱ τὴν Ἀκραγαντίνην νεμόμενοι τὸν ἐκ τῆς Λιβύης ἀντιφορτιζόμενοι πλοῦτον οὐσίας ἀπίστους τοῖς μεγέθεσιν ἐκέκτηντο.
因为在那个时期利比亚还没有种植这些作物,所以耕种阿克拉加斯土地的人们通过换取来自利比亚的财富,拥有了规模令人难以置信的财产。
πολλὰ δὲ τοῦ πλούτου παρʼ αὐτοῖς διαμένει σημεῖα, περὶ ὧν οὐκ ἀνοίκειόν ἐστι βραχέα διελθεῖν.
在他们之中留下了许多这笔财富的印记,简要地叙述这些并不是不合时宜的。

词汇与语法注释

  1. §13.81.1καὶ τὰς δυνάμεις — 连词 καί 在此作副词性用法,用以强调名词短语 τὰς δυνάμεις(意为“……也”、“甚至”)。这表示继汉尼拔率领前锋抵达之后,人们预料“大军本身也将”立即渡海而来。
  2. §13.81.2τοὺς παρορμήσοντας — 未来主动分词宾格阳性复数形式,在此作名词性用法以表示目的。先行词被省略,译为“去鼓舞(民众)的人”。
  3. §13.81.4ἐξ ἧς — 关系代名词 ἧς(单数阴性属格)的先行词并不是紧邻的复数名词 ἐλαίαις(橄榄树),而是稍远处的单数名词 τῆς χώρας(土地)。这指的是从整个土地中收获丰盛的作物。
  4. §13.81.5ἀντιφορτιζόμενοι — 中间态动词 ἀντιφορτίζομαι(交换装载、输入或交易)的分词。它描绘了阿克拉加斯人的经济活动:他们出口本国丰饶的橄榄等农产品,作为交换,从利比亚输入了巨大的财富。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §13.81.1-13.81.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.81.1-13.81.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。