Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §13.82.1-13.82.8

アクラガスのゼウス神殿と市民の奢侈

261 / 723 箇所 · ギリシア語

要旨

アクラガスの繁栄の象徴として、巨大なゼウス神殿の建築様式や構造、美しい装飾のほか、人工池の設備や競技用・ペット用の動物に対する豪華な記念碑、市民の奢侈な生活様式が記述される。

§13.82.1ἥ τε γὰρ τῶν ἱερῶν κατασκευὴ καὶ μάλιστα ὁ τοῦ Διὸς νεὼς ἐμφαίνει τὴν μεγαλοπρέπειαν τῶν τότε ἀνθρώπων·
実際、神殿の建造、中でもとりわけゼウスの神殿は、当時の人々の壮大さを示している。
τῶν μὲν οὖν ἄλλων ἱερῶν τὰ μὲν κατεκαύθη, τὰ δὲ τελείως κατεσκάφη διὰ τὸ πολλάκις ἡλωκέναι τὴν πόλιν, τὸ δʼ Ὀλύμπιον μέλλον λαμβάνειν τὴν ὀροφὴν ὁ πόλεμος ἐκώλυσεν·
他の神殿のうち、あるものは放火され、あるものは、都市が何度も占領されたために完全に破壊されたが、オリュンピエイオンは、屋根を載せようとしていたところを、戦争が阻んだ。
ἐξ οὗ τῆς πόλεως κατασκαφείσης οὐδέποτε ὕστερον ἴσχυσαν Ἀκραγαντῖνοι τέλος ἐπιθεῖναι τοῖς οἰκοδομήμασιν.
それ以来、都市が破壊されたため、アクラガス人たちはその後二度と、これらの建造物を完成させることができなかった。
§13.82.2ἔστι δὲ ὁ νεὼς ἔχων τὸ μὲν μῆκος πόδας τριακοσίους τεσσαράκοντα, τὸ δὲ πλάτος ἑξήκοντα, τὸ δὲ ὕψος ἑκατὸν εἴκοσι χωρὶς τοῦ κρηπιδώματος.
その神殿は、土台を除いて、長さが三百四十フィート、幅が六十、高さが百二十ある。
μέγιστος δʼ ὢν τῶν ἐν Σικελίᾳ καὶ τοῖς ἐκτὸς οὐκ ἀλόγως ἂν συγκρίνοιτο κατὰ τὸ μέγεθος τῆς ὑποστάσεως·
シケリアにある神殿の中で最大であり、その設計の規模においては、島の外にあるものとも当然のこととして比較され得るであろう。
καὶ γὰρ εἰ μὴ τέλος λαβεῖν συνέβη τὴν ἐπιβολήν, ἥ γε προαίρεσις ὑπάρχει φανερά.
というのも、たとえその企てが完成に至らなかったとしても、その構想自体は明らかだからである。
§13.82.3τῶν δʼ ἄλλων ἢ μετὰ περιτειχῶν τοὺς νεὼς οἰκοδομούντων ἢ κύκλῳ κίοσι τοὺς σηκοὺς περιλαμβανόντων, οὗτος ἑκατέρας τούτων μετέχει τῶν ὑποστάσεων·
他の者たちが、神殿を外壁を伴って建てるか、あるいは内陣を周囲の柱で囲むかのいずれかであるのに対し、この神殿はこれら両方の設計を併せ持っている。
συνῳκοδομοῦντο γὰρ τοῖς τοίχοις οἱ κίονες, ἔξωθεν μὲν στρογγύλοι, τὸ δʼ ἐντὸς τοῦ νεὼ ἔχοντες τετράγωνον·
というのも、柱が壁の中に組み込まれて建てられており、外側は丸く、神殿の内側にあたる部分は四角い形をしていたからである。
καὶ τοῦ μὲν ἐκτὸς μέρους ἐστὶν αὐτῶν ἡ περιφέρεια ποδῶν εἴκοσι, καθʼ ἣν εἰς τὰ διαξύσματα δύναται ἀνθρώπινον ἐναρμόζεσθαι σῶμα, τὸ δʼ ἐντὸς ποδῶν δώδεκα.
そして、それらの外側の部分の円周は二十フィートであり、その凹みには人間の体がすっぽり収まるほどであり、内側の部分は十二フィートである。
§13.82.4τῶν δὲ στοῶν τὸ μέγεθος καὶ τὸ ὕψος ἐξαίσιον ἐχουσῶν, ἐν μὲν τῷ πρὸς ἕω μέρει τὴν γιγαντομαχίαν ἐποιήσαντο γλυφαῖς καὶ τῷ μεγέθει καὶ τῷ κάλλει διαφερούσαις, ἐν δὲ τῷ πρὸς δυσμὰς τὴν ἅλωσιν τῆς Τροίας, ἐν ᾗ τῶν ἡρώων ἕκαστον ἰδεῖν ἔστιν οἰκείως τῆς περιστάσεως δεδημιουργημένον.
また、回廊はその規模も高さも並外れていたので、東に面した部分には、規模においても美しさにおいても際立った彫刻によって「ギガントマキア」を表現し、西に面した部分には「トロイアの陥落」を表現したが、そこでは英雄たちの一人一人が、それぞれの状況にふさわしい姿で形作られているのを見ることができる。
§13.82.5ἦν δὲ καὶ λίμνη κατʼ ἐκεῖνον τὸν χρόνον ἐκτὸς τῆς πόλεως χειροποίητος, ἔχουσα τὴν περίμετρον σταδίων ἑπτά, τὸ δὲ βάθος εἴκοσι πηχῶν·
また、当時、都市の外には人工の池があり、その周囲は七スタディオン、深さは二十ペーキュスあった。
εἰς ἣν ἐπαγομένων ὑδάτων ἐφιλοτέχνησαν πλῆθος ἰχθύων ἐν αὐτῇ ποιῆσαι παντοίων εἰς τὰς δημοσίας ἑστιάσεις, μεθʼ ὧν συνδιέτριβον κύκνοι καὶ τῶν ἄλλων ὀρνέων πολὺ πλῆθος, ὥστε μεγάλην τέρψιν παρασκευάζειν τοῖς θεωμένοις.
そこへ水を引き込んで、彼らは公の宴会のために、あらゆる種類の魚をそこに多数育てる工夫を凝らした。 それらの魚とともに白鳥やその他の鳥が非常に多く群れ集い、見物する人々に大いなる愉しみを提供していた。
§13.82.6δηλοῖ δὲ τὴν τρυφὴν αὐτῶν καὶ ἡ πολυτέλεια τῶν μνημείων, ἃ τινὰ μὲν τοῖς ἀθληταῖς ἵπποις κατεσκεύασαν, τινὰ δὲ τοῖς ὑπὸ τῶν παρθένων καὶ παίδων ἐν οἴκῳ τρεφομένοις ὀρνιθαρίοις, ἃ Τίμαιος ἑωρακέναι φησὶ μέχρι τοῦ καθʼ ἑαυτὸν βίου διαμένοντα.
また、彼らの贅沢さは記念碑の豪奢さによっても示されており、あるものは競技で優勝した馬たちのために建てられ、またあるものは少女や少年たちが家で飼っていた小鳥たちのために建てられたが、ティマイオスによれば、これらは彼の時代まで残っていたという。
§13.82.7καὶ κατὰ τὴν προτέραν δὲ ταύτης Ὀλυμπιάδα, δευτέραν ἐπὶ ταῖς ἐνενήκοντα, νικήσαντος Ἐξαινέτου Ἀκραγαντίνου, κατήγαγον αὐτὸν εἰς τὴν πόλιν ἐφʼ ἅρματος·
そして、この前のオリンピア期、すなわち第九十二回において、アクラガス人のエクサイネトスが優勝したとき、彼らは戦車に乗せて彼を都市へと迎え入れた。
συνεπόμπευον δʼ αὐτῷ χωρὶς τῶν ἄλλων συνωρίδες τριακόσιαι λευκῶν ἵππων, πᾶσαι παρʼ αὐτῶν τῶν Ἀκραγαντίνων.
その行列には、他の随行車のほかに、すべてアクラガス人自身の所有になる、白い馬が引く二頭立て馬車が三百台も従った。
§13.82.8καθόλου δὲ καὶ τὰς ἀγωγὰς εὐθὺς ἐκ παίδων ἐποιοῦντο τρυφεράς, τήν τʼ ἐσθῆτα μαλακὴν φοροῦντες καθʼ ὑπερβολὴν καὶ χρυσοφοροῦντες, ἔτι δὲ στλεγγίσι καὶ ληκύθοις ἀργυραῖς τε καὶ χρυσαῖς χρώμενοι.
総じて彼らは子供の頃から贅沢な教育を受け、極めて柔らかな衣服をまとい、黄金を身につけ、さらに銀や金で作られた垢擦りや油壺を用いていた。

語釈・文法注

  1. §13.82.1τὸ δʼ Ὀλύμπιον μέλλον λαμβάνειν τὴν ὀροφὴν ὁ πόλεμος ἐκώλυσεν — 中性名詞である τὸ Ὀλύμπιον は、他動詞 ἐκώλυσεν の直接目的語(対格)である。分詞 μέλλον もこれに一致して対格形をとる。主節の主語は後続する ὁ πόλεμος である。
  2. §13.82.1ἐξ οὗ τῆς πόλεως κατασκαφείσης — 関係詞を用いた ἐξ οὗ は、名詞 χρόνου を省略した「その時以来」という時間を表す慣用表現。続く τῆς πόλεως κατασκαφείσης は属格独立構文。
  3. §13.82.2ἔστι δὲ ὁ νεὼς ἔχων — 存在動詞 ἔστι と現在分詞 ἔχων が結びついた迂言的構成(periphrasis)であり、単に動詞 ἔχει を用いるよりも、神殿が持つ恒常的な寸法・性質を強調して叙述する働きを持つ。
  4. §13.82.3τῶν δʼ ἄλλων ἢ μετὰ περιτειχῶν τοὺς νεὼς οἰκοδομούντων ἢ κύκλῳ κίοσι τοὺς σηκοὺς περιλαμβανόντων — 他者との建築様式の違いを提示する属格独立構文。主節の主語 οὗτος(この神殿)とは異なる主体の行為を対比的に表す役割を果たす。
  5. §13.82.5εἰς ἣν ἐπαγομένων ὑδάτων — 関係代名詞 ἣν が導く関係節の内部に、さらに ἐπαγομένων ὑδάτων という受動の意味を持つ属格独立構文(水が引き込まれるため/引き込まれると)が入れ子状に挿入されている。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §13.82.1-13.82.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.82.1-13.82.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。