Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §13.79.1-13.79.8

米蒂利尼港之战与迦太基建立塞尔马

第 258 段,共 723 段 · 希腊语

内容简介

记述了雅典与伯罗奔尼撒两军围绕米蒂利尼港口展开的惨烈交战,最终以伯罗奔尼撒人获胜并包围该城告终,同时提及叙拉古与迦太基之间的外交抗议及迦太基在西西里建立塞尔马城。

§13.79.1οἱ δὲ Πελοποννήσιοι τῆς τῶν Ἀθηναίων φιλοτιμίας ἐλείποντο οὐδέν.
而伯罗奔尼撒人的斗志比起雅典人来毫不逊色。
ταῖς γὰρ ναυσὶν ἀθρόαις ἐπιπλεύσαντες, καὶ τοὺς ἀρίστους ἄνδρας ἐπὶ τὰ καταστρώματα τάξαντες, τὴν ναυμαχίαν ἅμα καὶ πεζὴν ἐποιοῦντο μάχην· βιαζόμενοι γὰρ εἰς τὰς τῶν ἀντιτεταγμένων ναῦς ταῖς πρῴραις ἐπέβαινον τετολμηκότως, ὡς οὐχ ὑποστησομένων τὸ δεινὸν τῶν προηττημένων.
因为他们集结船只发起进攻,将最精锐的战士部署在甲板上,使这场海战同时成了陆上交锋;他们强行用船首撞击并大胆地登上对峙敌人的船只,认为那些此前被击败的人无法抵挡这股攻势。
§13.79.2οἱ δʼ Ἀθηναῖοι καὶ Μιτυληναῖοι μίαν ὁρῶντες ἀπολειπομένην σωτηρίαν τὴν ἐκ τῆς νίκης, εὐγενῶς ἀποθνήσκειν ἔσπευδον ὑπὲρ τοῦ μὴ λιπεῖν τὴν τάξιν.
雅典人和米蒂利尼人眼见唯有通过胜利才能获得生路,为了不擅离职守,皆渴望英勇战死。
κατεχούσης δὲ φιλοτιμίας ἀνυπερβλήτου τὰ στρατόπεδα πολὺς ἐγένετο φόνος, ἁπάντων ἀφειδῶς τὰ σώματα τοῖς κινδύνοις παραρριπτόντων.
在两军充满无与伦比的斗志之下,发生了惨烈的屠杀,所有人都置生死于度外,投身于危险之中。
§13.79.3οἱ μὲν γὰρ ἐπὶ τῶν καταστρωμάτων ὑπὸ τοῦ πλήθους τῶν εἰς αὐτοὺς φερομένων βελῶν κατετιτρώσκοντο, καὶ τινὲς μὲν ἐπικαίρως πληγέντες ἔπιπτον εἰς τὴν θάλατταν, τινὲς δʼ οὐκ αἰσθανόμενοι θερμῶν ἔτι τῶν πληγῶν οὐσῶν διηγωνίζοντο· πλεῖστοι δʼ ὑπὸ τῶν λιθοφόρων κεραιῶν ἔπιπτον, ὡς ἂν ἐξ ὑπερδεξίων τόπων βαλλόντων λίθους ὑπερμεγέθεις τῶν Ἀθηναίων.
因为甲板上的士兵被迎面飞来的无数投射物所伤,有的人击中要害落入海中,有的人因伤口尚热而未察觉痛楚,继续奋战;然而,大多数人是被载石的帆桁击倒的,因为雅典人从居高临下的位置投掷下极其巨大的石块。
§13.79.4οὐ μὴν ἀλλὰ τῆς μάχης ἐπὶ πολὺν χρόνον γενομένης, καὶ πολλῶν παρʼ ἀμφοτέροις ἀπολλυμένων, ὁ Καλλικρατίδας ἀνεκαλέσατο τῇ σάλπιγγι τοὺς στρατιώτας, βουλόμενος αὐτοὺς διαναπαῦσαι.
尽管如此,由于战斗持续了很长时间,双方均有大量人员伤亡,卡利克拉提达斯用号角召回了士兵,希望让他们休息一下。
§13.79.5μετὰ δέ τινα καιρὸν πάλιν πληρώσας τὰς ναῦς, καὶ πολὺν διαγωνισάμενος χρόνον, μόγις τῷ τε πλήθει τῶν νεῶν καὶ τῇ ῥώμῃ τῶν ἐπιβατῶν ἐξέωσε τοὺς Ἀθηναίους.
过了一段时间,他再次让士兵登船整装,并在进行了长时间的战斗后,终于凭借船只的数量和甲板兵的强壮,艰难地击退了雅典人。
ὧν συμφυγόντων εἰς τὸν ἐν τῇ πόλει λιμένα, διέπλευσε τὰ διαφράγματα, καὶ καθωρμίσθη πλησίον τῆς πόλεως τῶν Μιτυληναίων.
当雅典人纷纷逃进城内的港口时,他穿过了防障,在靠近米蒂利尼城市的地方下锚停泊。
§13.79.6ὁ γὰρ εἴσπλους ὑπὲρ οὗ διηγωνίζοντο λιμένα μὲν εἶχε καλόν, ἐκτὸς δὲ τῆς πόλεώς ἐστιν.
因为他们争夺的那个水道入口虽然有一个优良的港口,但却位于城外。
ἡ μὲν γὰρ ἀρχαία πόλις μικρὰ νῆσός ἐστιν, ἡ δʼ ὕστερον προσοικισθεῖσα τῆς ἀντιπέραν ἐστὶ Λέσβου· ἀνὰ μέσον δʼ αὐτῶν ἐστιν εὔριπος στενὸς καὶ ποιῶν τὴν πόλιν ὀχυράν.
旧城是一个小岛,而后来增建的定居点则在对面的莱斯沃斯岛上;在它们之间有一条狭窄的海峡,使这座城市易守难攻。
§13.79.7ὁ δὲ Καλλικρατίδας ἐκβιβάσας τὴν δύναμιν περιεστρατοπέδευσε τὴν πόλιν, καὶ πανταχόθεν προσβολὰς ἐποιεῖτο.
卡利克拉提达斯让军队登岸,包围了城市,并从四面八方发起进攻。
καὶ τὰ μὲν κατὰ τὴν Μιτυλήνην ἐν τούτοις ἦν.
关于米蒂利尼的情况便是如此。
§13.79.8κατὰ δὲ Σικελίαν Συρακόσιοι πέμψαντες εἰς Καρχηδόνα πρέσβεις περί τε τοῦ πολέμου κατεμέμφοντο καὶ τὸ λοιπὸν ἠξίουν παύσασθαι τῆς διαφορᾶς.
而在西西里,叙拉古人派使者前往迦太基,对战争表示谴责,并要求今后停止纷争。
οἷς οἱ Καρχηδόνιοι τὰς ἀποκρίσεις ἀμφιβόλους δόντες, ἐν μὲν τῇ Λιβύῃ μεγάλας παρεσκευάζοντο δυνάμεις, ἐπιθυμοῦντες ἁπάσας τὰς ἐν τῇ νήσῳ πόλεις καταδουλώσασθαι· πρὶν ἢ δὲ τὰ στρατόπεδα διαβιβάζειν, καταλέξαντες τῶν πολιτῶν τινας καὶ τῶν ἄλλων Λιβύων τοὺς βουλομένους ἔκτισαν ἐν τῇ Σικελίᾳ πρὸς αὐτοῖς τοῖς θερμοῖς ὕδασι πόλιν, ὀνομάσαντες Θέρμα.
迦太基人给出了模棱两可的答复,但同时却在利比亚筹备大军,企图奴役岛上的所有城市;在运送军队之前,他们征召了部分公民以及其他自愿的利比亚人,在西西里温泉旁建立了一座城市,命名为塞尔马。

词汇与语法注释

  1. 13.79.1ὡς οὐχ ὑποστησομένων τὸ δεινὸν τῶν προηττημένων — 连词 `ὡς` 与属格绝对结构(`τῶν προηττημένων ... οὐχ ὑποστησομένων`)连用,表示主句主语(伯罗奔尼撒人)的主观原因或想法(“认为……”)。`τῶν προηττημένων`(“此前被击败的人”)指代雅典人。
  2. 13.79.3ὡς ἂν ἐξ ὑπερδεξίων τόπων βαλλόντων λίθους ὑπερμεγέθεις τῶν Ἀθηναίων — 在属格绝对结构(主语为 `τῶν Ἀθηναίων`)中,`ὡς ἄν` 与分词 `βαλλόντων` 连用,生动地说明了伤亡惨重的原因:“因为雅典人……投掷”。
  3. 13.79.6τῆς ἀντιπέραν ἐστὶ Λέσβου — 属格 `τῆς ... Λέσβου·` 指明新城区(`ἡ δʼ ὕστερον προσοικισθεῖσα`)所在的空间位置(“在对面的莱斯沃斯岛上”),副词 `ἀντιπέραν`(在对面)修饰位置关系。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §13.79.1-13.79.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.79.1-13.79.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。