§13.79.1οἱ δὲ Πελοποννήσιοι τῆς τῶν Ἀθηναίων φιλοτιμίας ἐλείποντο οὐδέν.
ペロポネソス勢もまた、アテナイ人たちの闘志に劣ることは全くなかった。
ταῖς γὰρ ναυσὶν ἀθρόαις ἐπιπλεύσαντες, καὶ τοὺς ἀρίστους ἄνδρας ἐπὶ τὰ καταστρώματα τάξαντες, τὴν ναυμαχίαν ἅμα καὶ πεζὴν ἐποιοῦντο μάχην·
というのも、彼らは船を密集させて押し寄せ、最精鋭の戦士たちを甲板の上に配置し、海戦であると同時に陸上戦をも展開したからである。
βιαζόμενοι γὰρ εἰς τὰς τῶν ἀντιτεταγμένων ναῦς ταῖς πρῴραις ἐπέβαινον τετολμηκότως, ὡς οὐχ ὑποστησομένων τὸ δεινὸν τῶν προηττημένων.
彼らは強引に、対峙する敵船へ船首をぶつけて大胆に乗り込み、以前一度敗北した者たちはこの恐るべき攻撃に耐えられないだろうと考えたからである。
§13.79.2οἱ δʼ Ἀθηναῖοι καὶ Μιτυληναῖοι μίαν ὁρῶντες ἀπολειπομένην σωτηρίαν τὴν ἐκ τῆς νίκης, εὐγενῶς ἀποθνήσκειν ἔσπευδον ὑπὲρ τοῦ μὴ λιπεῖν τὴν τάξιν.
一方、アテナイ人とミティレネ人は、勝利によるものだけが唯一残された救いの道であることを見て、隊列を離脱しないために、気高く死ぬことを急いだ。
κατεχούσης δὲ φιλοτιμίας ἀνυπερβλήτου τὰ στρατόπεδα πολὺς ἐγένετο φόνος, ἁπάντων ἀφειδῶς τὰ σώματα τοῖς κινδύνοις παραρριπτόντων.
両軍を比類なき闘志が支配する中、全員が我が身を惜しまず危険にさらしたため、多くの死者が出た。
§13.79.3οἱ μὲν γὰρ ἐπὶ τῶν καταστρωμάτων ὑπὸ τοῦ πλήθους τῶν εἰς αὐτοὺς φερομένων βελῶν κατετιτρώσκοντο, καὶ τινὲς μὲν ἐπικαίρως πληγέντες ἔπιπτον εἰς τὴν θάλατταν, τινὲς δʼ οὐκ αἰσθανόμενοι θερμῶν ἔτι τῶν πληγῶν οὐσῶν διηγωνίζοντο·
というのも、甲板の上の者たちは自分たちに向かって飛んでくるおびただしい数の飛び道具によって傷を負い、急所を撃たれたある者たちは海へと落下し、またある者たちは、傷がまだ熱いうちは戦い続けた。
πλεῖστοι δʼ ὑπὸ τῶν λιθοφόρων κεραιῶν ἔπιπτον, ὡς ἂν ἐξ ὑπερδεξίων τόπων βαλλόντων λίθους ὑπερμεγέθεις τῶν Ἀθηναίων.
しかし最も多くの者が、石を積んだ帆桁によって打ち倒された。 アテナイ人が高い場所から極めて巨大な石を投げ落としていたからである。
§13.79.4οὐ μὴν ἀλλὰ τῆς μάχης ἐπὶ πολὺν χρόνον γενομένης, καὶ πολλῶν παρʼ ἀμφοτέροις ἀπολλυμένων, ὁ Καλλικρατίδας ἀνεκαλέσατο τῇ σάλπιγγι τοὺς στρατιώτας, βουλόμενος αὐτοὺς διαναπαῦσαι.
とはいえ、戦闘が長時間に及び、双方に多くの死者が出たため、カリクラティダスは兵士たちを休ませようとして、ラッパで退却を命じた。
§13.79.5μετὰ δέ τινα καιρὸν πάλιν πληρώσας τὰς ναῦς, καὶ πολὺν διαγωνισάμενος χρόνον, μόγις τῷ τε πλήθει τῶν νεῶν καὶ τῇ ῥώμῃ τῶν ἐπιβατῶν ἐξέωσε τοὺς Ἀθηναίους.
しばらくして彼は再び船に兵を乗り込ませ、長い時間戦った末、船の数と甲板兵の頑強さによって、かろうじてアテナイ人を押し出した。
ὧν συμφυγόντων εἰς τὸν ἐν τῇ πόλει λιμένα, διέπλευσε τὰ διαφράγματα, καὶ καθωρμίσθη πλησίον τῆς πόλεως τῶν Μιτυληναίων.
彼らが市内の港へと逃げ込むと、彼は防壁を通り抜けて航行し、ミティレネの市の近くに錨を下ろした。
§13.79.6ὁ γὰρ εἴσπλους ὑπὲρ οὗ διηγωνίζοντο λιμένα μὲν εἶχε καλόν, ἐκτὸς δὲ τῆς πόλεώς ἐστιν.
というのも、彼らが争っていた入り口には優れた港があったが、それは市の外にあったからである。
ἡ μὲν γὰρ ἀρχαία πόλις μικρὰ νῆσός ἐστιν, ἡ δʼ ὕστερον προσοικισθεῖσα τῆς ἀντιπέραν ἐστὶ Λέσβου·
古い市は小さな島であるが、後に増設された部分は向かいのレスボス島にある。
ἀνὰ μέσον δʼ αὐτῶν ἐστιν εὔριπος στενὸς καὶ ποιῶν τὴν πόλιν ὀχυράν.
そしてそれらの間には狭い海峡があり、これが市を堅固にしている。
§13.79.7ὁ δὲ Καλλικρατίδας ἐκβιβάσας τὴν δύναμιν περιεστρατοπέδευσε τὴν πόλιν, καὶ πανταχόθεν προσβολὰς ἐποιεῖτο.
カリクラティダスは軍勢を上陸させると市を包囲し、四方から攻撃を加えた。
καὶ τὰ μὲν κατὰ τὴν Μιτυλήνην ἐν τούτοις ἦν.
ミティレネに関する事柄はこのような状況であった。
§13.79.8κατὰ δὲ Σικελίαν Συρακόσιοι πέμψαντες εἰς Καρχηδόνα πρέσβεις περί τε τοῦ πολέμου κατεμέμφοντο καὶ τὸ λοιπὸν ἠξίουν παύσασθαι τῆς διαφορᾶς.
一方シケリアでは、シュラクサイ人たちがカルタゴに使節を送って戦争について抗議し、今後は紛争を止めるよう求めた。
οἷς οἱ Καρχηδόνιοι τὰς ἀποκρίσεις ἀμφιβόλους δόντες, ἐν μὲν τῇ Λιβύῃ μεγάλας παρεσκευάζοντο δυνάμεις, ἐπιθυμοῦντες ἁπάσας τὰς ἐν τῇ νήσῳ πόλεις καταδουλώσασθαι·
カルタゴ人たちは彼らに曖昧な返答を与えつつ、リビアにおいて大軍を準備していた。 島にあるすべての市を奴隷化することを望んでいたからである。
πρὶν ἢ δὲ τὰ στρατόπεδα διαβιβάζειν, καταλέξαντες τῶν πολιτῶν τινας καὶ τῶν ἄλλων Λιβύων τοὺς βουλομένους ἔκτισαν ἐν τῇ Σικελίᾳ πρὸς αὐτοῖς τοῖς θερμοῖς ὕδασι πόλιν, ὀνομάσαντες Θέρμα.
そして軍勢を渡航させる前に、市民の一部と他のリビア人のうち希望者を募って、シケリアのまさに温泉のすぐそばに市を創建し、それをテルマと名付けた。