§13.78.1ὁ δὲ Κόνων δεξιῶς τῷ καιρῷ χρησάμενος εὐθὺς ἐνέκειτο, καὶ τὴν παράταξιν αὐτῶν διεκώλυεν, ἃς μὲν τιτρώσκων, ὧν δὲ τοὺς ταρσοὺς παρασύρων.
一方,科农巧借良机,立即发起猛攻,打乱了他们的阵列,他撞沉了一些船只,并扫断了另一些船只的桨。
τῶν μὲν οὖν κατὰ τὸν Κόνωνα ταχθεισῶν οὐδεμία πρὸς φυγὴν ἐπέστρεψεν, ἀλλὰ πρύμναν ἀνακρουόμεναι διεκαρτέρουν, προσδεχόμεναι τὰς ἀφυστερούσας·
在排开迎战科农的船只中,没有一艘转身逃跑,而是倒桨坚持,等待那些落后的船只。
§13.78.2οἱ δὲ τὴν εὐώνυμον ἔχοντες τάξιν Ἀθηναῖοι τρεψάμενοι τοὺς καθʼ αὑτοὺς ἐπέκειντο φιλοτιμότερον ἐπὶ πολὺν χρόνον διώκοντες.
占领左翼阵营的雅典人击退了当面之敌,怀着好胜心,持续追击了很长时间。
ἤδη δὲ πασῶν τῶν νεῶν τοῖς Πελοποννησίοις ἠθροισμένων, ὁ μὲν Κόνων εὐλαβηθεὶς τὸ πλῆθος τῶν πολεμίων τοῦ μὲν διώκειν ἀπέστη, μετὰ τεσσαράκοντα δὲ νεῶν ἀπέπλευσεν εἰς Μιτυλήνην.
但当伯罗奔尼撒人的所有船只都已经集结完毕时,科农因惧怕敌军人数众多而放弃了追击,率领四十艘船驶向米蒂利尼。
§13.78.3τοὺς δὲ διώξαντας Ἀθηναίους αἱ τῶν Πελοποννησίων ναῦς ἅπασαι περιχυθεῖσαι κατεπλήξαντο, καὶ τῆς ἐπὶ τὴν πόλιν ἐπανόδου διακλείσασαι φυγεῖν πρὸς τὴν γῆν ἐβιάσαντο.
伯罗奔尼撒人的所有船只将追击的雅典人合围,使其惊慌失措,并切断了他们返回城市的退路,迫使其逃往陆地。
ἐπικειμένων δὲ τῶν Πελοποννησίων πάσαις ταῖς ναυσίν, Ἀθηναῖοι θεωροῦντες μηδεμίαν σωτηρίαν ἄλλην ὑποκειμένην, κατέφυγον πρὸς τὴν γῆν, καὶ καταλιπόντες τὰ σκάφη διεσώθησαν εἰς Μιτυλήνην.
由于伯罗奔尼撒人以全军之势逼近,雅典人眼见无处求生,便逃向陆地,弃船登岸,逃入米蒂利尼。
§13.78.4Καλλικρατίδας δὲ τριάκοντα νεῶν κυριεύσας τὸ μὲν ναυτικὸν ἐθεώρει τῶν πολεμίων καταλελυμένον, πεζῇ δὲ τοὺς ἀγῶνας ἤλπιζεν ὑπολείπεσθαι.
卡利克拉提达斯夺取了三十艘船,认为敌人的海军已被摧毁,并期望接下来的战斗将在陆地上进行。
διόπερ οὗτος μὲν ἐπὶ τὴν πόλιν διέπλει, Κόνων δʼ ἅμα τῷ καταπλεῦσαι προσδεχόμενος τὴν πολιορκίαν, τὰ περὶ τὸν εἴσπλουν τοῦ λιμένος κατεσκεύαζεν·
因此,他率军驶向城市。
εἰς μὲν γὰρ τὰ βράχη τοῦ λιμένος πλοῖα μικρὰ πληρώσας λίθων κατεπόντισε, πρὸς δὲ τοῖς βάθεσιν ὁλκάδας καθώρμιζεν οὔσας λιθοφόρους.
而科农在入港的同时,预料到会遭到围攻,便着手整顿港口入口处的防务:在港口的浅滩处,他将装满石块的小船击沉;在水深处,他则下锚停泊了装满石块的商船。
§13.78.5οἱ μὲν οὖν Ἀθηναῖοι καὶ τῶν Μιτυληναίων ὄχλος πολὺς ἐκ τῶν ἀγρῶν διὰ τὸν πόλεμον συνεληλυθὼς ταχέως κατεσκεύασε τὰ πρὸς τὴν πολιορκίαν.
于是,雅典人以及因战争而从乡间聚集而来的大批米蒂利尼群众,迅速做好了防守围城的准备。
ὁ δὲ Καλλικρατίδας ἐκβιβάσας τοὺς στρατιώτας εἰς τὸν πλησίον τῆς πόλεως αἰγιαλὸν ἐποιήσατο παρεμβολήν, καὶ τρόπαιον ἀπὸ τῆς ναυμαχίας ἔστησεν.
卡利克拉提达斯将士兵们在靠近城市的海岸上放行上岸,安营扎寨,并为海战树立了凯旋碑。
τῇ δʼ ὑστεραίᾳ τὰς κρατίστας τῶν νεῶν ἐπιλέξας, καὶ παρακελευσάμενος μὴ ἀπολείπεσθαι τῆς ἰδίας νεώς,ἀνήχθη, σπεύδων εἰς τὸν λιμένα πλεῦσαι καὶ λῦσαι τὸ διάφραγμα τῶν πολεμίων.
次日,他挑选出最精良的船只,并告诫众人切勿落后于自己的坐船,随后扬帆出海,急于驶入港口并破毁敌人的防障。
§13.78.6ὁ δὲ Κόνων τοὺς μὲν εἰς τὰς τριήρεις ἐνεβίβασε καὶ κατὰ τὸν διέκπλουν ἀντιπρῴρους κατέστησε, τοὺς δʼ ἐπὶ τὰ μεγάλα πλοῖα διέταξε, τινὰς δʼ ἐπὶ τὰς χηλὰς τοῦ λιμένος παρέπεμψεν, ὅπως πανταχόθεν ᾖ πεφραγμένος καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν.
科农派一部分人登上三段舵船,并在水道处使其船头迎向敌人;安排另一部分人登上大型船只,又派一些人守卫港口的突堤,以便在陆路和海路上都做到四面防备。
§13.78.7αὐτὸς μὲν οὖν ὁ Κόνων τὰς τριήρεις ἔχων ἐναυμάχει, πληρώσας τὸν μεταξὺ τόπον τῶν διαφραγμάτων· οἱ δʼ ἐπὶ τῶν μεγάλων πλοίων ἐφεστῶτες ἐπέρριψαν ταῖς τῶν πολεμίων ναυσὶ τοὺς ἀπὸ τῶν κεραιῶν λίθους· οἱ δʼ ἐπὶ ταῖς χηλαῖς τοῦ λιμένος τεταγμένοι διεκώλυον τοὺς ἀποτολμῶντας εἰς τὴν γῆν ἀποβαίνειν.
科农本人则率领三段舵船,填满了障碍物之间的空间,与敌交战;立于大型船只上的士兵从桅桁上向敌船投掷石块,而布置在港口突堤上的守卫则阻击那些企图强行登岸的敌人。