§13.80.1τῶν δὲ κατὰ τοῦτον τὸν ἐνιαυτὸν πράξεων τέλος ἐχουσῶν Ἀθήνησι μὲν παρέλαβε τὴν ἀρχὴν Καλλίας, ἐν δὲ τῇ Ῥώμῃ κατεστάθησαν ὕπατοι Λεύκιος Φούριος καὶ Γναῖος Πομπήιος.
当这一年的各项事务告一段落时,卡里亚斯在雅典接任执政官之职,而在罗马,卢基乌斯·富里乌斯与格奈乌斯·庞培被任命为执政官。
περὶ δὲ τούτους τοὺς χρόνους Καρχηδόνιοι τοῖς περὶ Σικελίαν εὐτυχήμασι μετεωριζόμενοι, καὶ σπεύδοντες ἁπάσης τῆς νήσου κυριεῦσαι, μεγάλας δυνάμεις ἐψηφίσαντο παρασκευάζεσθαι· ἑλόμενοι δὲ στρατηγὸν Ἀννίβαν τὸν κατασκάψαντα τήν τε τῶν Σελινουντίων καὶ τὴν τῶν Ἱμεραίων πόλιν, ἅπασαν αὐτῷ τὴν κατὰ τὸν πόλεμον ἐξουσίαν ἐπέτρεψαν.
大约在此时,迦太基人因在西西里取得的成功而意气风发,急于统治整个岛屿,因而投票决定筹备大军;他们推选了曾摧毁塞利努斯和希梅拉城市的汉尼拔为将军,并将关于战争的全部权力委任于他。
§13.80.2παραιτουμένου δὲ διὰ τὸ γῆρας, προσκατέστησαν καὶ ἄλλον στρατηγὸν Ἰμίλκωνα τὸν Ἄννωνος, ἐκ τῆς αὐτῆς ὄντα συγγενείας.
但由于汉尼拔因年老而推辞,他们便另外增派了同族出身的、汉诺之子希米尔科为将军。
οὗτοι δὲ κοινῇ συνεδρεύσαντες ἔπεμψάν τινας τῶν ἐν ἀξιώματι παρὰ τοῖς Καρχηδονίοις ὄντων μετὰ πολλῶν χρημάτων, τοὺς μὲν εἰς Ἰβηρίαν, τοὺς δʼ εἰς τὰς Βαλιαρίδας νήσους, παρακελευσάμενοι ξενολογεῖν ὡς πλείστους.
两人共同召开会议,派遣了一些在迦太基人中享有声望的人,携带着巨额资金,有的人前往伊比利亚,有的人前往巴利阿里群岛,命令他们招募尽可能多的雇佣兵。
§13.80.3αὐτοὶ δʼ ἐπῄεσαν τὴν Λιβύην καταγράφοντες στρατιώτας Λίβυας καὶ Φοίνικας καὶ τῶν πολιτικῶν τοὺς κρατίστους.
他们自己则巡视利比亚,征募利比亚兵、腓尼基兵以及公民中最强壮的人。
μετεπέμποντο δὲ καὶ παρὰ τῶν συμμαχούντων αὐτοῖς ἐθνῶν καὶ βασιλέων στρατιώτας Μαυρουσίους καὶ Νομάδας καί τινας τῶν οἰκούντων τὰ πρὸς τὴν Κυρήνην κεκλιμένα μέρη.
他们还从结盟的部落和国王那里,召集了茂路西亚兵、游牧兵以及居住在偏向昔兰尼地区的一些居民。
§13.80.4ἐκ δὲ τῆς Ἰταλίας μισθωσάμενοι Καμπανοὺς διεβίβασαν εἰς Λιβύην· ᾔδεισαν γὰρ τὴν μὲν χρείαν αὐτῶν μεγάλα συμβαλλομένην, τοὺς δʼ ἐν Σικελίᾳ καταλελειμμένους Καμπανοὺς διὰ τὸ προσκεκοφέναι τοῖς Καρχηδονίοις μετὰ τῶν Σικελιωτῶν ταχθησομένους.
他们还从意大利雇佣了坎帕尼亚人,并将他们运送到利比亚;因为他们知道,这些人的效力将大有帮助,而留在西西里的坎帕尼亚人由于与迦太基人产生了嫌隙,势必会倒向西西里希腊人一方。
§13.80.5τέλος δὲ τῶν δυνάμεων ἀθροισθεισῶν εἰς Καρχηδόνα συνήχθησαν αὐτοῖς οἱ πάντες σὺν ἱππεῦσιν οὐ πολλῷ πλείους, ὡς μὲν Τίμαιος, τῶν δώδεκα μυριάδων, ὡς δʼ Ἔφορος, τριάκοντα μυριάδες.
最终,当军队在迦太基集结完毕时,包括骑兵在内,他们的总人数,据蒂迈欧记载,没有比十二万多出多少,而据埃福罗斯记载,则有三十万。
Καρχηδόνιοι μὲν οὖν τὰ πρὸς τὴν διάβασιν ἑτοιμάζοντες τάς τε τριήρεις πάσας κατήρτιζον καὶ φορτηγὰ πλοῖς συνήγαγον πλείω τῶν χιλίων·
因此,迦太基人做好了渡海的一切准备,整备了所有的三段击船,并聚集了一千多艘货船。
§13.80.6προαποστειλάντων δʼ αὐτῶν εἰς Σικελίαν τεσσαράκοντα τριήρεις, οἱ Συρακόσιοι κατὰ τάχος ταῖς παραπλησίαις ναυσὶν ἐπεφάνησαν ἐν τοῖς περὶ τὸν Ἔρυκα τόποις.
当他们向西西里预先派遣了四十艘三段击船时,叙拉古人迅速率领数量相当的船只出现在埃里克斯附近的地区。
γενομένης δὲ ναυμαχίας ἐπὶ πολὺν χρόνον πεντεκαίδεκα μὲν τῶν Φοινισσῶν νεῶν διεφθάρησαν, αἱ δʼ ἄλλαι νυκτὸς ἐπιγενομένης ἔφυγον εἰς τὸ πέλαγος.
双方进行了长时间的海战,腓尼基船只中有十五艘被摧毁,其余的在夜幕降临时逃往公海。
§13.80.7ἀπαγγελθείσης δὲ τῆς ἥττης τοῖς Καρχηδονίοις, Ἀννίβας ὁ στρατηγὸς ἐξέπλευσε μετὰ νεῶν πεντήκοντα· ἔσπευδε γὰρ τοὺς μὲν Συρακοσίους κωλῦσαι χρήσασθαι τῷ προτερήματι, ταῖς δὲ ἰδίαις δυνάμεσιν ἀσφαλῆ παρασκευάσαι τὸν κατάπλουν.
战败的消息传到迦太基人那里后,将军汉尼拔率领五十艘船只出航;因为他急于阻止叙拉古人利用这一优势,并为自己的军队确保安全的航行。