Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §13.77.1-13.77.5

科农的诱敌战术与米蒂利尼海战反击

第 256 段,共 723 段 · 希腊语

内容简介

科农避免与优势的斯巴达舰队直接交战,通过战术撤退将敌人引诱至米蒂利尼附近。在注意到追击的敌船因持续划桨而散开且疲惫不堪后,科农发出信号命令舰队同时回转发动反击,使敌人陷入极大混乱中。

§13.77.1Κόνων δʼ ὁ τῶν Ἀθηναίων στρατηγὸς εἶχε μὲν ἑβδομήκοντα ναῦς, οὕτως ἐξηρτυμένας τὰ πρὸς ναυμαχίαν ὡς οὐδεὶς ἕτερος τῶν πρότερον στρατηγῶν ἦν κατεσκευακώς.
另一方面,雅典人的将军科农拥有七十艘船,其海战装备之完善,是以前的任何将军都未曾整备过的。
ἔτυχε μὲν οὖν ἁπάσαις ἀνηγμένος ἐπὶ τὴν βοήθειαν τῆς Μηθύμνης·
当时他正巧率领全军出海前去救援梅西姆纳。
§13.77.2εὑρὼν δὲ αὐτὴν ἡλωκυῖαν τότε μὲν ηὐλίσθη πρός τινι νήσῳ τῶν Ἑκατὸν καλουμένων, ἅμα δʼ ἡμέρᾳ κατανοήσας τὰς τῶν πολεμίων ναῦς προσπλεούσας, τὸ μὲν αὐτοῦ διαναυμαχεῖν ἔκρινεν ἐπισφαλὲς εἶναι πρὸς διπλασίας τριήρεις, διενοεῖτο δὲ ἔξω πλέων φυγεῖν καὶ προσεπισπασάμενός τινας τῶν πολεμίων τριήρων ναυμαχῆσαι πρὸς τῇ Μιτυλήνῃ· οὕτως γὰρ ὑπελάμβανε νικῶν μὲν ἕξειν ἀναστροφὴν εἰς τὸ διώκειν, ἡττώμενος δʼ εἰς τὸν λιμένα καταφεύξεσθαι.
但发现该城已经沦陷后,当时他便在被称为“百岛”的其中一座岛屿旁安营,黎明时分,他注意到敌人的船只正向他航行而来,他认为在当地与数量两倍于己的三段舵船交战是危险的,于是打算驶向外海逃跑,并在引诱敌方的一部分三段舵船后,在米蒂利尼附近交战;因为他这样设想:若获胜,他将有回旋余地进行追击;若战败,他则可以逃进港口。
§13.77.3ἐμβιβάσας οὖν τοὺς στρατιώτας ἔπλει σχολαίως ταῖς εἰρεσίαις χρώμενος, ὅπως αἱ τῶν Πελοποννησίων ἐγγίσωσιν.
于是,他让士兵登船,缓慢行进,并控制划桨速度,以便让伯罗奔尼撒人的船只逼近。
οἱ δὲ Λακεδαιμόνιοι προσιόντες ἀεὶ μᾶλλον ἤλαυνον τὰς ναῦς, ἐλπίζοντες αἱρήσειν τὰς ἐσχάτας τῶν πολεμίων.
而拉刻代蒙人随着距离的缩短,越发起劲地行船,希望能捕获敌方的殿后船只。
§13.77.4τοῦ δὲ Κόνωνος ὑποχωροῦντος οἱ τὰς ἀρίστας ἔχοντες ναῦς τῶν Πελοποννησίων κατὰ σπουδὴν ἐδίωκον, καὶ τοὺς μὲν ἐρέτας διὰ τὴν συνέχειαν τῆς εἰρεσίας ἐξέλυσαν, αὐτοὶ δὲ πολὺ τῶν ἄλλων ἀπεσπάσθησαν.
当科农撤退时,拥有最精良船只的伯罗奔尼撒人急起直追,由于持续不断的划桨,他们使桨手们疲惫不堪,而他们自己也与其他船只拉开了很远的距离。
ἃ δὴ συνιδὼν ὁ Κόνων, ὡς ἤδη τῆς Μιτυλήνης ἤγγιζον, ἦρεν ἀπὸ τῆς ἰδίας νεὼς φοινικίδα· τοῦτο γὰρ σύσσημον ἦν τοῖς τριηράρχοις.
科农看清了这一切,当他们已经接近米蒂利尼时,他从自己的船上扬起了一面红旗;因为这是给三段舵船船长们的信号。
§13.77.5διόπερ αἱ μὲν ναῦς, τῶν πολεμίων ἐξαπτομένων, ἐξαίφνης πρὸς ἕνα καιρὸν ἐπέστρεψαν, καὶ τὸ μὲν πλῆθος ἐπαιάνισεν, οἱ δὲ σαλπικταὶ τὸ πολεμικὸν ἐσήμηναν·
因此,就在敌人迫近的一瞬间,那些船只突然同时回转,全体士兵齐唱起凯歌,号手们也吹响了战斗号角。
οἱ δὲ Πελοποννήσιοι καταπλαγέντες ἐπὶ τῷ γεγονότι ταχέως ἐπεχείρουν ἀντιπαρατάττειν τὰς ναῦς, τοῦ καιροῦ δʼ ἀναστροφὴν οὐ διδόντος οὗτοι μὲν ἐν πολλῷ θορύβῳ καθειστήκεισαν διὰ τὸ τὰς ἀφυστερούσας ναῦς τὴν εἰθισμένην λελοιπέναι τάξιν,
伯罗奔尼撒人被眼前发生的一幕惊呆了,迅速试图排开船只迎战,但由于时间紧迫,不容他们回旋,他们陷入了极大的混乱中,因为那些落后的船只已经脱离了原有的阵型,

词汇与语法注释

  1. 13.77.1ἔτυχε ... ἀνηγμένος — 动词 `τυγχάνω` 与完成时中动因声分词 `ἀνηγμένος`(源自 `ἀνάγω`“使出航”)连用,表示偶然或恰逢其时的状态:“正巧已经出航”。
  2. 13.77.2αὐτοῦ — 这并非人称代词 `αὐτός` 的属格,而是表示地点的副词,意为“在当地”或“在现场”。
  3. 13.77.2νικῶν ... ἡττώμενος — 这两个分词均起条件作用(“如果获胜”、“如果战败”),修饰接下来的不定式 `ἕξειν` 和 `καταφεύξεσθαι`。
  4. 13.77.5τῶν πολεμίων ἐξαπτομένων — 属格独立结构。动词 `ἐξάπτω` 的中动分词意为“逼近”、“追上”或“紧咬不放”,在此表示敌船紧逼雅典舰队、行将接触的紧迫时刻。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §13.77.1-13.77.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.77.1-13.77.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。