Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §13.78.1-13.78.7

ミティレネ港の防衛とカリクラティダスの包囲

257 / 723 箇所 · ギリシア語

要旨

コノン率いるアテナイ海軍は一時的にペロポネソス勢に反撃するも、敵の増援により退却を余儀なくされ、ミティレネ港で強固な防衛体制を築いてカリクラティダスの包囲攻撃に抵抗する。

§13.78.1ὁ δὲ Κόνων δεξιῶς τῷ καιρῷ χρησάμενος εὐθὺς ἐνέκειτο, καὶ τὴν παράταξιν αὐτῶν διεκώλυεν, ἃς μὲν τιτρώσκων, ὧν δὲ τοὺς ταρσοὺς παρασύρων.
一方、コノンは機会を巧みに利用して直ちに襲いかかり、ある船を突き破り、またある船の櫂を削ぎ落としつつ、彼らの隊列を妨げた。
τῶν μὲν οὖν κατὰ τὸν Κόνωνα ταχθεισῶν οὐδεμία πρὸς φυγὴν ἐπέστρεψεν, ἀλλὰ πρύμναν ἀνακρουόμεναι διεκαρτέρουν, προσδεχόμεναι τὰς ἀφυστερούσας·
コノンと対峙するように配置された船のうち一隻も逃亡へと反転せず、後退しながら持ちこたえ、遅れている船を待った。
§13.78.2οἱ δὲ τὴν εὐώνυμον ἔχοντες τάξιν Ἀθηναῖοι τρεψάμενοι τοὺς καθʼ αὑτοὺς ἐπέκειντο φιλοτιμότερον ἐπὶ πολὺν χρόνον διώκοντες.
一方、左翼の隊列を占めていたアテナイ人たちは、対峙していた敵を敗走させると、功名心に駆られて長い間熱心に追撃した。
ἤδη δὲ πασῶν τῶν νεῶν τοῖς Πελοποννησίοις ἠθροισμένων, ὁ μὲν Κόνων εὐλαβηθεὶς τὸ πλῆθος τῶν πολεμίων τοῦ μὲν διώκειν ἀπέστη, μετὰ τεσσαράκοντα δὲ νεῶν ἀπέπλευσεν εἰς Μιτυλήνην.
しかし、すでにペロポネソス勢のすべての船が集結したとき、コノンは敵の多さを恐れて追撃を断念し、四十隻の船とともにミティレネへと出航した。
§13.78.3τοὺς δὲ διώξαντας Ἀθηναίους αἱ τῶν Πελοποννησίων ναῦς ἅπασαι περιχυθεῖσαι κατεπλήξαντο, καὶ τῆς ἐπὶ τὴν πόλιν ἐπανόδου διακλείσασαι φυγεῖν πρὸς τὴν γῆν ἐβιάσαντο.
追撃していたアテナイ人たちを、ペロポネソス勢のすべての船が包囲して圧倒し、市への帰還を遮断して陸地へと逃れるように強いた。
ἐπικειμένων δὲ τῶν Πελοποννησίων πάσαις ταῖς ναυσίν, Ἀθηναῖοι θεωροῦντες μηδεμίαν σωτηρίαν ἄλλην ὑποκειμένην, κατέφυγον πρὸς τὴν γῆν, καὶ καταλιπόντες τὰ σκάφη διεσώθησαν εἰς Μιτυλήνην.
ペロポネソス勢がすべての船で押し寄せてきたので、アテナイ人たちは他に助かる道がないのを見て陸地へと逃れ、船を放棄してミティレネへと避難した。
§13.78.4Καλλικρατίδας δὲ τριάκοντα νεῶν κυριεύσας τὸ μὲν ναυτικὸν ἐθεώρει τῶν πολεμίων καταλελυμένον, πεζῇ δὲ τοὺς ἀγῶνας ἤλπιζεν ὑπολείπεσθαι.
カリクラティダスは三十隻の船を拿捕すると、敵の海軍力は壊滅したとみなし、残る戦いは陸上でのものとなると期待した。
διόπερ οὗτος μὲν ἐπὶ τὴν πόλιν διέπλει, Κόνων δʼ ἅμα τῷ καταπλεῦσαι προσδεχόμενος τὴν πολιορκίαν, τὰ περὶ τὸν εἴσπλουν τοῦ λιμένος κατεσκεύαζεν·
そのため、彼は市に向かって航行した。 一方コノンは、入港すると同時に包囲戦を予期して、港の入り口付近を整備した。
εἰς μὲν γὰρ τὰ βράχη τοῦ λιμένος πλοῖα μικρὰ πληρώσας λίθων κατεπόντισε, πρὸς δὲ τοῖς βάθεσιν ὁλκάδας καθώρμιζεν οὔσας λιθοφόρους.
すなわち、港の浅瀬には、石をいっぱいに積んだ小船を沈め、深い場所には、石を積んだ商船を錨で固定して配置した。
§13.78.5οἱ μὲν οὖν Ἀθηναῖοι καὶ τῶν Μιτυληναίων ὄχλος πολὺς ἐκ τῶν ἀγρῶν διὰ τὸν πόλεμον συνεληλυθὼς ταχέως κατεσκεύασε τὰ πρὸς τὴν πολιορκίαν.
それで、アテナイ人たち、および、戦争のために田舎から集まっていたミティレネの多くの群衆は、包囲戦への備えを素早く整えた。
ὁ δὲ Καλλικρατίδας ἐκβιβάσας τοὺς στρατιώτας εἰς τὸν πλησίον τῆς πόλεως αἰγιαλὸν ἐποιήσατο παρεμβολήν, καὶ τρόπαιον ἀπὸ τῆς ναυμαχίας ἔστησεν.
一方カリクラティダスは、市の近くの海岸に兵士たちを上陸させて陣地を築き、海戦の勝記念碑を建てた。
τῇ δʼ ὑστεραίᾳ τὰς κρατίστας τῶν νεῶν ἐπιλέξας, καὶ παρακελευσάμενος μὴ ἀπολείπεσθαι τῆς ἰδίας νεώς,ἀνήχθη, σπεύδων εἰς τὸν λιμένα πλεῦσαι καὶ λῦσαι τὸ διάφραγμα τῶν πολεμίων.
翌日、最良の船を選び出し、自身の船から遅れないようにと命じて出航した。 港へと航行し、敵の防壁を破ることを急いだのである。
§13.78.6ὁ δὲ Κόνων τοὺς μὲν εἰς τὰς τριήρεις ἐνεβίβασε καὶ κατὰ τὸν διέκπλουν ἀντιπρῴρους κατέστησε, τοὺς δʼ ἐπὶ τὰ μεγάλα πλοῖα διέταξε, τινὰς δʼ ἐπὶ τὰς χηλὰς τοῦ λιμένος παρέπεμψεν, ὅπως πανταχόθεν ᾖ πεφραγμένος καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν.
コノンは一部の者を三段櫂船に乗せて水路において船首を敵に向けるように配置し、別の者たちを大型船に配備し、さらに一部の者を港の突堤へと送り出した。 陸からも海からも至る所が守られるようにするためであった。
§13.78.7αὐτὸς μὲν οὖν ὁ Κόνων τὰς τριήρεις ἔχων ἐναυμάχει, πληρώσας τὸν μεταξὺ τόπον τῶν διαφραγμάτων·
コノン自身は、三段櫂船を率いて、防壁の間の空間を埋めて海戦を交えた。
οἱ δʼ ἐπὶ τῶν μεγάλων πλοίων ἐφεστῶτες ἐπέρριψαν ταῖς τῶν πολεμίων ναυσὶ τοὺς ἀπὸ τῶν κεραιῶν λίθους· οἱ δʼ ἐπὶ ταῖς χηλαῖς τοῦ λιμένος τεταγμένοι διεκώλυον τοὺς ἀποτολμῶντας εἰς τὴν γῆν ἀποβαίνειν.
一方、大型船の上に配置された者たちは帆桁から石を敵の船に投げ落とし、港の突堤に配置された者たちは上陸を企てる大胆な者たちを阻んだ。

語釈・文法注

  1. 13.78.1ἃς μὲν τιτρώσκων, ὧν δὲ τοὺς ταρσοὺς παρασύρων — 異なる格(対格 ἃς μὲν と属格 ὧν δὲ)が並列され、対照的な構文を成している。後者の属格は τοὺς ταρσοὺς(櫂)に対する所有の属格であり、「別の船についてはその櫂を削ぎ落とす」という構造になっている。
  2. 13.78.2ἤδη δὲ πασῶν τῶν νεῶν τοῖς Πελοποννησίοις ἠθροισμένων — πασῶν τῶν νεῶν ... ἠθροισμένων は属格絶対構文。τοῖς Πελοποννησίοις は関与を示す与格(「ペロポネソス勢のために(集結したとき)」)または行為者を示す与格(「ペロポネソス勢によって(集められたとき)」)。
  3. 13.78.3τοὺς δὲ διώξαντας Ἀθηναίους αἱ τῶν Πελοποννησίων ναῦς ἅπασαι περιχυθεῖσαι κατεπλήξαντο — 語順の倒置(hyperbaton)が見られる。他動詞 κατεπλήξαντο の直接目的語である τοὺς δὲ διώξαντας Ἀθηναίους(追撃していたアテナイ人たちを)が、強調のために文頭に置かれ、その後に主語が続いている。
  4. 13.78.4τὸ μὲν ναυτικὸν ἐθεώρει τῶν πολεμίων καταλελυμένον — 知覚・判断動詞 ἐθεώρει に、対格主語(τὸ ναυτικὸν)と分詞(καταλελυμένον)が伴う対格補語(対格不定詞構文に準ずる)の構造。「敵の海軍が壊滅させられた状態にあるとみなした」という事実の認識を表す。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §13.78.1-13.78.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.78.1-13.78.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。