§13.72.1τούτων δὲ πραττομένων Θρασύβουλος ὁ τῶν Ἀθηναίων στρατηγὸς μετὰ νεῶν πεντεκαίδεκα πλεύσας ἐπὶ Θάσον ἐνίκησε μάχῃ τοὺς ἐκ τῆς πόλεως καὶ περὶ διακοσίους αὐτῶν ἀνεῖλεν· ἐγκλείσας δʼ αὐτοὺς εἰς πολιορκίαν ἠνάγκασε τοὺς φυγάδας τοὺς τὰ τῶν Ἀθηναίων φρονοῦντας καταδέχεσθαι, καὶ φρουρὰν λαβόντας συμμάχους Ἀθηναίων εἶναι.
在进行这些事情的同时,雅典将军色拉西布洛斯率领十五艘船航行至萨索斯,在战斗中击败了来自城内的居民,并杀死了其中约二百人;他通过围困将他们锁在城内,迫使他们召回那些支持雅典事业的流亡者,并在接受驻军后成为雅典的盟友。
§13.72.2μετὰ δὲ ταῦτα πλεύσας εἰς Ἄβδηρα προσηγάγετο πόλιν ἐν ταῖς δυνατωτάταις οὖσαν τότε τῶν ἐπὶ Θρᾴκης.
此后,他航行至阿布德拉,争取到了这座当时在色雷斯地区最强盛的城市。
οἱ μὲν οὖν στρατηγοὶ τῶν Ἀθηναίων ταῦτα ἔπραξαν μετὰ τὸν οἴκοθεν ἔκπλουν.
因此,雅典的将军们在离开祖国后完成了这些功绩。
§13.72.3Ἆγις δʼ ὁ τῶν Λακεδαιμονίων βασιλεὺς ἔτυχε μὲν ἐν τῇ Δεκελείᾳ διατρίβων μετὰ τῆς δυνάμεως, πυνθανόμενος δὲ τοὺς κρατίστους τῶν Ἀθηναίων μετʼ Ἀλκιβιάδου στρατευομένους, νυκτὸς ἀσελήνου τὸ στρατόπεδον ἤγαγεν ἐπὶ τὰς Ἀθήνας.
与此同时,斯巴达国王阿基斯恰好率领军队驻扎在德凯莱阿,当他得知最精锐的雅典人正随阿尔西比亚德斯一同出征时,便在一个无月的夜晚率领军队向雅典进军。
§13.72.4εἶχε δὲ πεζοὺς δισμυρίους ὀκτακισχιλίους, ὧν ἦσαν οἱ μὲν ἡμίσεις ὁπλῖται κατʼ ἐκλογήν, οἱ δʼ ἡμίσεις ψιλοί· κατηκολούθουν δʼ αὐτῷ καὶ τῶν ἱππέων εἰς χιλίους διακοσίους, ὧν ἐννακοσίους μὲν Βοιωτοὶ παρείχοντο, τοὺς δὲ λοιποὺς Πελοποννήσιοι συνεξέπεμψαν.
他拥有两万八千名步兵,其中半数是精选的重装步兵,半数是轻装兵;跟随他的还有大约一千二百名骑兵,其中九百名由波奥蒂亚人提供,其余的则由伯罗奔尼撒人共同派遣。
ὡς δʼ ἐγγὺς ἐγενήθη τῆς πόλεως, ἔλαθε ταῖς προφυλακαῖς ἐγγίσας, καὶ ῥᾳδίως αὐτοὺς τρεψάμενος διὰ τὸ παράδοξον, ὀλίγους μὲν ἀνεῖλε, τοὺς δʼ ἄλλους συνεδίωξεν ἐντὸς τῶν τειχῶν.
当他接近城市时,他在未被察觉的情况下逼近了哨所,并因袭击的突然性而轻易击溃了他们,杀死了少数人,将其他人追赶到了城墙内。
§13.72.5οἱ δʼ Ἀθηναῖοι μαθόντες τὸ γεγενημένον, ἅπασι παρήγγειλαν τοῖς πρεσβυτέροις καὶ τοῖς μεγίστοις παισὶν ἀπαντᾶν μετὰ τῶν ὅπλων· ὧν ταχὺ τὸ προσταχθὲν ποιησάντων, ὁ μὲν κύκλος τοῦ τείχους πλήρης ἐγένετο τῶν ἐπὶ τὸν κοινὸν κίνδυνον συνδεδραμηκότων,
雅典人得知所发生的事情后,命令所有年长者和最年长的男童携带武器集合;当他们迅速执行了命令时,城墙的周围便挤满了为应对共同危险而奔集而来的人。
§13.72.6οἱ δὲ στρατηγοὶ τῶν Ἀθηναίων ἅμʼ ἡμέρᾳ θεωροῦντες ἐκτεταγμένην τὴν τῶν πολεμίων δύναμιν εἰς φάλαγγα τὸ μὲν βάθος εἰς τέτταρας ἄνδρας, τὸ δὲ μῆκος ἐπὶ σταδίους ὀκτώ, τότε πρῶτον κατεπλάγησαν, θεωροῦντες τὰ δύο μέρη σχεδὸν τοῦ τείχους ὑπὸ τῶν πολεμίων περιειλημμένα.
雅典的将军们在黎明时分,看到敌人的军队排成纵深四人、长达八个斯塔德的方阵,并且看到几乎三分之二的城墙已被敌人包围,这时才首次感到惊恐。
§13.72.7μετὰ δὲ ταῦτα τοὺς ἱππεῖς ἐξαπέστειλαν, ὄντας παραπλησίους τὸν ἀριθμὸν τοῖς ἐναντίοις· ὧν πρὸ τῆς πόλεως συστησαμένων ἱππομαχίαν ἐπί τινα χρόνον ἐγένετο καρτερὰ μάχη.
此后,他们派出了骑兵,其人数与对手相当;当他们在城前展开骑兵战时,激烈的战斗持续了一段时间。
ἡ μὲν γὰρ φάλαγξ περὶ πέντε σταδίους ἀπεῖχε τοῦ τείχους, οἱ δʼ ἱππεῖς συμπλακέντες ἀλλήλοις πρὸς αὐτοῖς τοῖς τείχεσι διηγωνίζοντο.
因为敌人的步兵方阵距离城墙约五个斯塔德,而骑兵们则相互厮杀,就在城墙根前决一死战。
§13.72.8οἱ μὲν οὖν Βοιωτοὶ καθʼ αὑτοὺς προνενικηκότες ἐπὶ Δηλίῳ τοὺς Ἀθηναίους, δεινὸν ἡγοῦντο τῶν ἡττημένων φανῆναι καταδεέστεροι· οἱ δʼ Ἀθηναῖοι θεατὰς ἔχοντες τῆς ἀρετῆς τοὺς ἐπὶ τῶν τειχῶν ἐφεστῶτας καὶ κατὰ ἄνδρα γνωριζόμενοι, πᾶν ὑπέμενον ὑπὲρ τῆς νίκης.
波奥蒂亚人因为此前曾独自在德利翁击败过雅典人,认为如果显得不如那些被击败过的人将是非常可耻的事;而雅典人因为有站在城墙上的人作为他们勇气的目击者,且能被一一认出,为了胜利而忍受了一切。
§13.72.9τέλος δὲ βιασάμενοι τοὺς ἀντιτεταγμένους, συχνοὺς μὲν αὐτῶν ἀνεῖλον, τοὺς δʼ ἄλλους κατεδίωξαν μέχρι τῆς τῶν πεζῶν φάλαγγος.
最后,他们击退了与他们对峙的敌人,杀死了其中的许多人,并将其余的人一直追击到步兵方阵前。
μετὰ δὲ ταῦτα οὗτοι μὲν ἐπιπορευομένων τῶν πεζῶν ἀνεχώρησαν εἰς τὴν πόλιν,
此后,随着敌方步兵的推进,雅典骑兵撤回了城内,