§13.73.1Ἆγις δὲ τότε μὲν οὐ κρίνας πολιορκεῖν ἐν Ἀκαδημίᾳ κατεστρατοπέδευσε, τῇ δʼ ὑστεραίᾳ τῶν Ἀθηναίων στησάντων τρόπαιον ἐξέταξε τὴν δύναμιν καὶ προεκαλεῖτο τοὺς ἐν τῇ πόλει περὶ τοῦ τροπαίου διαγωνίσασθαι.
当时,阿基斯决定不进行围城,便在阿卡德米亚驻扎下来。 但第二天,在雅典人立起战胜纪念碑后,他整顿了军队,并挑战城内的人,要求为纪念碑一决胜负。
§13.73.2τῶν δʼ Ἀθηναίων ἐξαγαγόντων τοὺς στρατιώτας καὶ παρὰ τὸ τεῖχος παραταττομένων, τὸ μὲν πρῶτον οἱ Λακεδαιμόνιοι πρὸς μάχην ὥρμησαν, ἀπὸ δὲ τῶν τειχῶν πολλοῦ πλήθους βελῶν ἐπʼ αὐτοὺς ῥιφέντος ἀπήγαγον τὴν δύναμιν ἀπὸ τῆς πόλεως·
当雅典人派出士兵并沿着城墙排开阵势时,起初斯巴达人冲向前准备交战,但由于城墙上向他们投掷了大量的投射武器,他们便将军队撤离该城。
μετὰ δὲ ταῦτα τὸ λοιπὸν τῆς Ἀττικῆς δῃώσαντες εἰς Πελοπόννησον ἀπηλλάγησαν.
此后,他们在劫掠了阿提卡的其余地方后,便启程返回伯罗奔尼撒。
§13.73.3Ἀλκιβιάδης δὲ ἐκ Σάμου μετὰ πασῶν τῶν νεῶν πλεύσας εἰς Κύμην ψευδεῖς αἰτίας ἐπέρριψε τοῖς Κυμαίοις, βουλόμενος αὐτῶν μετὰ προφάσεως διαρπάσαι τὴν χώραν.
与此同时,阿尔西比亚德斯率领所有船只从萨摩斯航行至库墨,向库墨人强加了虚假的罪名,企图借口劫掠他们的领地。
καὶ τὸ μὲν πρῶτον πολλῶν αἰχμαλώτων σωμάτων κυριεύσας ἀπῆγεν ἐπὶ τὰς ναῦς·
起初,他俘获了许多俘虏,并将他们带回船上。
§13.73.4ἐκβοηθησάντων δὲ τῶν ἐκ τῆς πόλεως πανδημεὶ καὶ προσπεσόντων ἀπροσδοκήτως, χρόνον μέν τινα διεκαρτέρουν οἱ περὶ τὸν Ἀλκιβιάδην, μετὰ δὲ ταῦτα τοῖς Κυμαίοις προσγενομένων πολλῶν τῶν ἐκ τῆς πόλεως καὶ τῆς χώρας ἠναγκάσθησαν καταλιπόντες τοὺς αἰχμαλώτους καταφυγεῖν ἐπὶ τὰς ναῦς.
但由于城内的人全体出动救援并出其不意地发起袭击,阿尔西比亚德斯身边的人坚持了一段时间;但在此之后,由于城内和乡村的许多人加入了库墨人的行列,他们被迫丢下俘虏,逃回船上。
§13.73.5ὁ δʼ Ἀλκιβιάδης ἐπὶ τοῖς ἐλαττώμασι περιαλγὴς γενόμενος ἐκ Μιτυλήνης μετεπέμψατο τοὺς ὁπλίτας, καὶ πρὸ τῆς πόλεως ἐκτάξας τὴν δύναμιν προεκαλεῖτο τοὺς Κυμαίους εἰς μάχην·
阿尔西比亚德斯因这一挫败而深感痛苦,从米蒂利尼召来了重装步兵,并在城前摆开阵势,挑战库墨人交战。
οὐδενὸς δʼ ἐξιόντος δῃώσας τὴν χώραν ἀπέπλευσεν ἐπὶ Μιτυλήνην.
但由于无人出战,他在劫掠了该地区后,便航行回米蒂利尼。
§13.73.6Κυμαίων δὲ πεμψάντων εἰς Ἀθήνας πρεσβείαν καὶ κατηγορούντων Ἀλκιβιάδου, διότι σύμμαχον πόλιν οὐδὲν ἀδικήσασαν ἐπόρθησεν· ἐγίνοντο δὲ καὶ ἄλλαι πολλαὶ διαβολαὶ κατʼ αὐτοῦ·
随着库墨人向雅典派遣使团,控告阿尔西比亚德斯掠夺了一个未犯任何错误的盟友城市,针对他的其他许多毁谤也随之产生。
τῶν γὰρ ἐν Σάμῳ τινὲς στρατιωτῶν ἀλλοτρίως τὰ πρὸς αὐτὸν ἔχοντες ἔπλευσαν εἰς Ἀθήνας, καὶ κατηγόρησαν ἐν ἐκκλησίᾳ κατʼ Ἀλκιβιάδου, ὅτι τὰ Λακεδαιμονίων φρονεῖ καὶ πρὸς Φαρνάβαζον ἔχει φιλίαν, διʼ ἧς ἐλπίζει καταλυθέντος τοῦ πολέμου καταδυναστεύσειν τῶν πολιτῶν.
因为萨摩斯的一些对他心怀敌意的士兵航行到雅典,并在公民大会上控告阿尔西比亚德斯,称他同情斯巴达人,并与法尔纳巴佐斯结好,企图在战争结束时通过这种友好关系来统治公民。