§13.71.1Ἀλκιβιάδης δὲ πυθόμενος ἐν Ἐφέσῳ τὸν Λύσανδρον ἐξαρτύειν τὸν στόλον, ἀνήχθη μετὰ πασῶν τῶν νεῶν εἰς Ἔφεσον.
而阿尔西比亚德斯得知莱山德正在埃非索斯整备舰队,便率领所有的船只启航前往埃非索斯。
ἐπιπλεύσας δὲ τοῖς λιμέσιν,ὡς οὐδεὶς ἀντανήγετο, τὰς μὲν πολλὰς ναῦς καθώρμισε περὶ τὸ Νότιον, τὴν ἡγεμονίαν αὐτῶν παραδοὺς Ἀντιόχῳ τῷ ἰδίῳ κυβερνήτῃ, διακελευσάμενος αὐτῷ μὴ ναυμαχεῖν, ἕως ἂν αὐτὸς παραγένηται, τὰς δὲ στρατιώτιδας ναῦς ἀνέλαβε καὶ κατὰ σπουδὴν ἔπλευσεν εἰς Κλαζομενάς·
他攻至港口,见无人出港迎战,便将大部分船只停泊在诺提翁附近,把它们的指挥权交给了自己的舵手安条克,并严厉叮嘱他在自己返回之前不得进行海战;而他自己则带领着运兵船,急忙航行至克拉佐美奈。
αὕτη γὰρ ἡ πόλις σύμμαχος Ἀθηναίων οὖσα κακῶς ἔπασχεν ὑπό τινων φυγάδων πορθουμένη.
因为这座城市虽是雅典的盟友,却正遭受着一些流亡者的掠夺,处境凄惨。
§13.71.2ὁ δʼ Ἀντίοχος ὢν τῇ φύσει πρόχειρος, καὶ σπεύδων διʼ ἑαυτοῦ τι πρᾶξαι λαμπρόν, τῶν μὲν Ἀλκιβιάδου λόγων ἠμέλησε, δέκα δὲ ναῦς τὰς ἀρίστας πληρώσας, καὶ τὰς ἄλλας τοῖς τριηράρχοις παραγγείλας ἑτοίμας ἔχειν, ἂν ἦ χρεία ναυμαχεῖν, ἐπέπλευσε τοῖς πολεμίοις, προκαλεσόμενος εἰς ναυμαχίαν.
然而,安条克天性轻率,急于凭自己的力量立下显赫的功绩,因而忽视了阿尔西比亚德斯的话;他配齐了十艘最优秀船只的船员,并命令其他三列桨战船的船长做好准备,以防需要进行海战,随后便向敌人驶去,意图挑起海战。
§13.71.3ὁ δὲ Λύσανδρος πεπυσμένος παρά τινων αὐτομόλων τὴν ἄφοδον Ἀλκιβιάδου καὶ τῶν ἀρίστων μετʼ αὐτοῦ στρατιωτῶν, καιρὸν εἶναι διέλαβε πρᾶξαί τι τῆς Σπάρτης ἄξιον.
一方面,莱山德从一些逃兵那里得知了阿尔西比亚德斯及随行精锐士兵的离去,认为这是立下不负斯巴达之名功绩的好机会。
διόπερ πάσαις ταῖς ναυσὶν ἀνταναχθεὶς μίαν μὲν τὴν προπλέουσαν τῶν δέκα, καθʼ ἣν Ἀντίοχος ἦν ἀντιτεταγμένος, κατέδυσε, τὰς δʼ ἄλλας τρεψάμενος ἐδίωξε, μέχρις οὗ τὰς ἄλλας πληρώσαντες οἱ τριήραρχοι τῶν Ἀθηναίων παρεβοήθησαν ἐν οὐδεμιᾷ τάξει.
因此,他率领所有的船只出港应战,击沉了那十艘船中领航的一艘,即安条克亲自坐镇的那艘,并击溃了其余船只展开追击,直到雅典的其他三列桨战船船长配齐了船员,毫无秩序地赶来救援。
§13.71.4γενομένης δὲ ναυμαχίας ἀθρόαις ταῖς ναυσὶν οὐ μακρὰν τῆς γῆς, Ἀθηναῖοι διὰ τὴν ἀταξίαν ἠλαττώθησαν καὶ ναῦς ἀπέβαλον δύο πρὸς ταῖς εἴκοσι· τῶν δʼ ἐν αὐταῖς ἀνδρῶν ὀλίγοι μὲν ἐζωγρήθησαν,οἱ δὲ λοιποὶ πρὸς τὴν γῆν διενήξαντο.
在离陆地不远的地方,所有的船只爆发了海战,雅典人由于秩序混乱而陷于劣势,并失去了二十二艘船;船上的士兵中,少数被活捉,其余的人则泅水游到了陆地上。
Ἀλκιβιάδης δὲ πυθόμενος τὸ γεγενημένον διὰ σπουδῆς ἀνέκαμψεν εἰς τὸ Νότιον, καὶ πάσας τὰς τριήρεις πληρώσας ἐπέπλευσε τοῖς λιμέσι τῶν πολεμίων· οὐ τολμῶντος δʼ ἀνταναχθῆναι τοῦ Λυσάνδρου τὸν πλοῦν εἰς Σάμον ἐποιήσατο.
阿尔西比亚德斯得知所发生的事情后,急忙返回诺提翁,并在配齐了所有三列桨战船的船员后,攻向敌人的港口;但由于莱山德不敢出港迎战,他便启航前往萨摩斯。