§13.72.1τούτων δὲ πραττομένων Θρασύβουλος ὁ τῶν Ἀθηναίων στρατηγὸς μετὰ νεῶν πεντεκαίδεκα πλεύσας ἐπὶ Θάσον ἐνίκησε μάχῃ τοὺς ἐκ τῆς πόλεως καὶ περὶ διακοσίους αὐτῶν ἀνεῖλεν·
これらのことが行われている間に、アテナイの将軍トラシュブロスは十五隻の船とともに出航してタソスへと向かい、その都市から出てきた人々を戦闘で破り、彼らのうち約二百人を殺害した。
ἐγκλείσας δʼ αὐτοὺς εἰς πολιορκίαν ἠνάγκασε τοὺς φυγάδας τοὺς τὰ τῶν Ἀθηναίων φρονοῦντας καταδέχεσθαι, καὶ φρουρὰν λαβόντας συμμάχους Ἀθηναίων εἶναι.
そして、彼らを包囲して城内に閉じ込め、アテナイの側を支持する亡命者たちを受け入れさせ、守備隊を受け入れてアテナイの同盟国となることを強制した。
§13.72.2μετὰ δὲ ταῦτα πλεύσας εἰς Ἄβδηρα προσηγάγετο πόλιν ἐν ταῖς δυνατωτάταις οὖσαν τότε τῶν ἐπὶ Θρᾴκης.
この後、彼はアブデラへと航行し、当時トラキアの都市の中で最も強力な部類に属していたこの都市を味方に引き入れた。
οἱ μὲν οὖν στρατηγοὶ τῶν Ἀθηναίων ταῦτα ἔπραξαν μετὰ τὸν οἴκοθεν ἔκπλουν.
こうしてアテナイの将軍たちは、本国からの出航後にこれらのことを成し遂げた。
§13.72.3Ἆγις δʼ ὁ τῶν Λακεδαιμονίων βασιλεὺς ἔτυχε μὲν ἐν τῇ Δεκελείᾳ διατρίβων μετὰ τῆς δυνάμεως, πυνθανόμενος δὲ τοὺς κρατίστους τῶν Ἀθηναίων μετʼ Ἀλκιβιάδου στρατευομένους, νυκτὸς ἀσελήνου τὸ στρατόπεδον ἤγαγεν ἐπὶ τὰς Ἀθήνας.
一方、スパルタの王アギスは、たまたま軍勢とともにデケレイアに滞在していたが、アテナイ人のうち最も優れた者たちがアルキビアデスとともに遠征中であることを知ると、月明かりのない夜に、軍勢を率いてアテナイへと進軍した。
§13.72.4εἶχε δὲ πεζοὺς δισμυρίους ὀκτακισχιλίους, ὧν ἦσαν οἱ μὲν ἡμίσεις ὁπλῖται κατʼ ἐκλογήν, οἱ δʼ ἡμίσεις ψιλοί·
彼は二万八千人の歩兵を率いていたが、その半数は精選された重装歩兵であり、半数は軽装兵であった。
κατηκολούθουν δʼ αὐτῷ καὶ τῶν ἱππέων εἰς χιλίους διακοσίους, ὧν ἐννακοσίους μὲν Βοιωτοὶ παρείχοντο, τοὺς δὲ λοιποὺς Πελοποννήσιοι συνεξέπεμψαν.
また、騎兵も千二百人ほど彼に従っていたが、そのうち九百人はボイオティア人が提供したものであり、残りはペロポネソス人が共同で派遣したものであった。
ὡς δʼ ἐγγὺς ἐγενήθη τῆς πόλεως, ἔλαθε ταῖς προφυλακαῖς ἐγγίσας, καὶ ῥᾳδίως αὐτοὺς τρεψάμενος διὰ τὸ παράδοξον, ὀλίγους μὲν ἀνεῖλε, τοὺς δʼ ἄλλους συνεδίωξεν ἐντὸς τῶν τειχῶν.
彼は都市の近くに達したとき、前哨部隊に気づかれることなく接近し、予期せぬ不意打ちによって彼らを容易に敗走させ、数人を殺害し、残りの者たちを城壁の内側へと追い詰めた。
§13.72.5οἱ δʼ Ἀθηναῖοι μαθόντες τὸ γεγενημένον, ἅπασι παρήγγειλαν τοῖς πρεσβυτέροις καὶ τοῖς μεγίστοις παισὶν ἀπαντᾶν μετὰ τῶν ὅπλων·
アテナイ人は起きたことを知ると、年長者全員と最年長の少年たちに、武器を持って集合するよう命令した。
ὧν ταχὺ τὸ προσταχθὲν ποιησάντων, ὁ μὲν κύκλος τοῦ τείχους πλήρης ἐγένετο τῶν ἐπὶ τὸν κοινὸν κίνδυνον συνδεδραμηκότων,
彼らが命じられたことを速やかに実行したため、共通の危機へと駆けつけた人々によって、城壁の周囲は埋め尽くされた。
§13.72.6οἱ δὲ στρατηγοὶ τῶν Ἀθηναίων ἅμʼ ἡμέρᾳ θεωροῦντες ἐκτεταγμένην τὴν τῶν πολεμίων δύναμιν εἰς φάλαγγα τὸ μὲν βάθος εἰς τέτταρας ἄνδρας, τὸ δὲ μῆκος ἐπὶ σταδίους ὀκτώ, τότε πρῶτον κατεπλάγησαν, θεωροῦντες τὰ δύο μέρη σχεδὸν τοῦ τείχους ὑπὸ τῶν πολεμίων περιειλημμένα.
アテナイの将軍たちは、夜が明けると、敵の軍勢が深さ四人、長さ八スタディオンのファランクスの陣形を敷いているのを見て、さらに城壁のほぼ三分之二が敵に包囲されているのを見て、その時初めて恐れおののいた。
§13.72.7μετὰ δὲ ταῦτα τοὺς ἱππεῖς ἐξαπέστειλαν, ὄντας παραπλησίους τὸν ἀριθμὸν τοῖς ἐναντίοις·
この後、彼らは騎兵を送り出したが、その数は敵の騎兵とほぼ同数であった。
ὧν πρὸ τῆς πόλεως συστησαμένων ἱππομαχίαν ἐπί τινα χρόνον ἐγένετο καρτερὰ μάχη.
彼らが都市の前で騎兵戦を開始すると、しばらくの間、激しい戦闘が繰り広げられた。
ἡ μὲν γὰρ φάλαγξ περὶ πέντε σταδίους ἀπεῖχε τοῦ τείχους, οἱ δʼ ἱππεῖς συμπλακέντες ἀλλήλοις πρὸς αὐτοῖς τοῖς τείχεσι διηγωνίζοντο.
ファランクスは城壁から五スタディオンほど離れていたが、騎兵たちは互いに入り乱れ、城壁のすぐ目の前で最後まで戦い抜いた。
§13.72.8οἱ μὲν οὖν Βοιωτοὶ καθʼ αὑτοὺς προνενικηκότες ἐπὶ Δηλίῳ τοὺς Ἀθηναίους, δεινὸν ἡγοῦντο τῶν ἡττημένων φανῆναι καταδεέστεροι·
ボイオティア人は、かつてデリオンにおいて自分たちだけでアテナイ人を破っていたため、敗者に対して劣っているように見えることを恐ろしいことと考えていた。
οἱ δʼ Ἀθηναῖοι θεατὰς ἔχοντες τῆς ἀρετῆς τοὺς ἐπὶ τῶν τειχῶν ἐφεστῶτας καὶ κατὰ ἄνδρα γνωριζόμενοι, πᾶν ὑπέμενον ὑπὲρ τῆς νίκης.
一方アテナイ人は、城壁の上に立つ人々を自分たちの勇気の目撃者として持ち、また一人一人見分けられていたため、勝利のためにあらゆることに耐え忍んだ。
§13.72.9τέλος δὲ βιασάμενοι τοὺς ἀντιτεταγμένους, συχνοὺς μὲν αὐτῶν ἀνεῖλον, τοὺς δʼ ἄλλους κατεδίωξαν μέχρι τῆς τῶν πεζῶν φάλαγγος.
そしてついに、対峙する敵を押し戻し、その多くを殺害し、残りの者たちを歩兵のファランクスのところまで追撃した。
μετὰ δὲ ταῦτα οὗτοι μὲν ἐπιπορευομένων τῶν πεζῶν ἀνεχώρησαν εἰς τὴν πόλιν,
この後、歩兵が前進してきたため、彼らは都市へと退却した、