Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §13.69.1-13.69.5

阿尔西比亚德斯的平反与远征安德罗斯

第 248 段,共 723 段 · 希腊语

内容简介

阿尔西比亚德斯返回雅典后受到民众热烈欢迎,重获财产并被解除诅咒,被任命为陆海军全权将军。随后他出兵安德罗斯岛取得胜利,并劫掠周边岛屿以筹集军费。

§13.69.1ἐπεὶ δʼ οὖν κατέπλευσεν ὁ στόλος, ἐπέστρεψε τὸ πλῆθος ἐπὶ τὴν Ἀλκιβιάδου ναῦν, ἐξ ἧς ἐκβάντα τὸν ἄνδρα πάντες ἐδεξιοῦντο, τοῖς εὐημερήμασιν ἅμα καὶ τῇ καθόδῳ συγχαίροντες.
于是,当船队抵港时,群众纷纷涌向阿尔西比亚德斯的船只,在他下船时,所有人都在迎接他并与他握手,同时向他的胜利和归来表示祝贺。
ὁ δʼ ἀσπασάμενος τὰ πλήθη φιλανθρώπως ἐκκλησίαν συνήγαγε, καὶ πολλὰ τῶν καθʼ ἑαυτὸν ἀπολογησάμενος εἰς τοσαύτην εὔνοιαν τοὺς ὄχλους ἤγαγεν, ὥστε ὁμολογεῖν πάντας τὴν πόλιν αἰτίαν γεγονέναι τῶν κατʼ ἐκείνου ψηφισμάτων.
他温和地向大众致意后召集了公民大会,并对自己的行为进行了诸多辩护,使群众对他产生了极大的好感,以至于所有人都承认,城邦才是此前通过针对他的决议的罪魁祸首。
§13.69.2διόπερ αὐτῷ τήν τε οὐσίαν ἀπέδωκαν ἣν ἐδήμευσαν, ἔπειτα δὲ τὰς στήλας κατεπόντισαν, ἐν αἷς ἦν ἡ καταδίκη καὶ τἄλλα τὰ κατʼ ἐκείνου κυρωθέντα· ἐψηφίσαντο δὲ καὶ τοὺς Εὐμολπίδας ἆραι τὴν ἀράν, ἣν ἐποιήσαντο κατʼ αὐτοῦ καθʼ ὃν καιρὸν ἔδοξεν ἀσεβεῖν περὶ τὰ μυστήρια.
因此,他们将曾没收的财产归还给他,随后将刻有其判决及其他针对他的法案的石碑沉入海中;他们还投票决定,要求尤莫尔皮代家族撤回在他被认为对秘仪不敬时期对他施加的诅咒。
§13.69.3τὸ δὲ τελευταῖον αὐτὸν στρατηγὸν καταστήσαντες αὐτοκράτορα καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, ἁπάσας τὰς δυνάμεις ἐνεχείρισαν αὐτῷ.
最后,他们任命他为陆上和海上的全权将军,并将所有军队托付给他。
εἵλαντο δὲ καὶ στρατηγοὺς ἑτέρους οὓς ἐκεῖνος ἤθελεν, Ἀδείμαντον καὶ Θρασύβουλον.
他们还选出了他所希望的其他将军,即阿德伊曼托斯和色拉西布洛斯。
§13.69.4ὁ δʼ Ἀλκιβιάδης ἑκατὸν ναῦς πληρώσας ἐξέπλευσεν εἰς Ἄνδρον, καὶ καταλαβόμενος Γαύριον φρούριον ἐτείχισεν.
阿尔西比亚德斯配齐了一百艘船只的船员,启航前往安德罗斯岛,并在占领高里翁后将其修筑为要塞。
ἐξελθόντων δὲ τῶν Ἀνδρίων πανδημεὶ μετὰ τῶν παραφυλαττόντων τὴν πόλιν Πελοποννησίων ἐγενήθη μάχη, καθʼ ἣν ἐνίκησαν Ἀθηναῖοι· τῶν δʼ ἐκ τῆς πόλεως πολλοὶ μὲν ἀνῃρέθησαν, τῶν δὲ διασωθέντων οἱ μὲν κατὰ τὴν χώραν διεσκεδάσθησαν, οἱ δʼ ἐντὸς τῶν τειχῶν συνέφυγον.
由于安德罗斯人与守卫该城的伯罗奔尼撒人一同全员出击,发生了一场战斗,雅典人在战斗中获得了胜利;从城中出击的人中许多被杀,而在幸存者中,一些人散落到各处乡间,另一些人则逃入城墙内避难。
§13.69.5αὐτὸς δʼ Ἀλκιβιάδης προσβολὰς ποιησάμενος τῇ πόλει, ἐν μὲν τῷ πεφρουρημένῳ τείχει τὴν ἱκανὴν φυλακὴν κατέλιπε καὶ Θρασύβουλον ἡγεμόνα κατέστησεν, αὐτὸς δὲ μετὰ τῆς δυνάμεως ἐκπλεύσας τήν τε Κῶν καὶ Ῥόδον ἐδῄωσε, καὶ συχνὰς ὠφελείας ἤθροισε πρὸς τὰς τῶν στρατιωτῶν διατροφάς.
阿尔西比亚德斯本人对该城发动了几次进攻,随后在筑有防御工事的要塞中留下了足够的守军,并任命色拉西布洛斯为指挥官,而他自己则率领军队启航,劫掠了科斯和罗得岛,为士兵的给养筹集了大量物资。

词汇与语法注释

  1. 13.69.1τὴν πόλιν αἰτίαν γεγονέναι τῶν κατʼ ἐκείνου ψηφισμάτων — 由结果连词 ὥστε 引导的不定式结构,其中 τὴν πόλιν 作为不定式 γεγονέναι 的意义上主语。短语 αἰτίαν γεγονέναι 意为“成为原因”,暗示雅典城邦自身应对先前通过的针对他的判决决议负责。
  2. 13.69.2τοὺς Εὐμολπίδας ἆραι τὴν ἀράν — 作为动词 ἐψηφίσαντο(他们表决)宾语的“对格+不定词”结构。τοὺς Εὐμολπίδας 是不定式的意义上主语,ἆραι(动词 αἴρω 的不定过去时不充当定语,意为“取消、撤销”)为谓语不定式。
  3. 13.69.4ἐξελθόντων δὲ τῶν Ἀνδρίων πανδημεὶ μετὰ τῶν παραφυλαττόντων τὴν πόλιν Πελοποννησίων — 属格独立结构,表示主句动词 ἐγενήθη(发生)的时间或原因。分词 ἐξελθόντων 的主语是 τῶν Ἀνδρίων,并由带介词 μετὰ(与……一同)的短语修饰,其中“伯罗奔尼撒人”被现在分词定语修饰。
  4. 13.69.5ἐν μὲν τῷ πεφρουρημένῳ τείχει — 完成时被动分词 πεφρουρημένῳ(驻防的/筑有工事的)修饰 τείχει(城墙/要塞)。此处指向在 §13.69.4 中提到的将高里翁修筑为要塞(φρούριον ἐτείχισεν),表示他在这个新筑起防御工事的要塞中留下了守军。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §13.69.1-13.69.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.69.1-13.69.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。