Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §13.70.1-13.70.4

提督莱山德上任与居鲁士的资金支持

第 249 段,共 723 段 · 希腊语

内容简介

斯巴达人推选莱山德为新任海军提督,他航行至东爱琴海,获得了波斯王子居鲁士的大力资金支持,并通过与伊奥尼亚各城邦的显贵结盟来巩固其势力。

§13.70.1Λακεδαιμόνιοι δὲ τήν τε ναυτικὴν δύναμιν ἄρδην ἀπολωλεκότες καὶ μετʼ αὐτῆς Μίνδαρον τὸν ἡγεμόνα, ταῖς ψυχαῖς ὅμως οὐκ ἐνέδωκαν, ἀλλὰ ναύαρχον εἵλαντο Λύσανδρον, δοκοῦντα στρατηγίᾳ διαφέρειν τῶν ἄλλων καὶ τόλμαν ἔμπρακτον ἔχοντα πρὸς πᾶσαν περίστασιν· ὃς παραλαβὼν τὴν ἀρχὴν ἐκ τῆς Πελοποννήσου στρατιώτας τε κατέγραφε τοὺς ἱκανοὺς καὶ ναῦς ἐπλήρωσεν ὅσας ἐδύνατο πλείστας.
斯巴达人虽然彻底丧失了海军力量,连同指挥官明达鲁斯一并失去,但他们并未气馁,反而推选了莱山德为海军提督,此人被认为在将才上优于常人,且在任何境遇下都拥有务实的胆识;他接管指挥权后,从伯罗奔尼撒征召了足够的士兵,并尽可能多地配齐了船只的船员。
§13.70.2ἐκπλεύσας δὲ εἰς Ῥόδον, καὶ προσλαβόμενος ἐκεῖθεν ναῦς ὅσας εἶχον αἱ πόλεις, ἔπλευσεν εἰς Ἔφεσον καὶ Μίλητον.
他启航前往罗得岛,从那里接纳了各城市所拥有的全部船只,随后航行至埃非索斯和米利都。
καταρτίσας δὲ καὶ τὰς ἐν ταύταις ταῖς πόλεσι τριήρεις, μετεπέμψατο τὰς ἐκ Χίου, καὶ στόλον ἐξήρτυεν ἐξ Ἐφέσου νεῶν ὑπάρχοντα σχεδὸν ἑβδομήκοντα.
在整修了这些城市的战船之后,他又召集了来自希奥斯岛的船只,在埃非索斯组建了一支拥有近七十艘船只的舰队。
§13.70.3ἀκούσας δὲ Κῦρον τὸν Δαρείου τοῦ βασιλέως υἱὸν ὑπὸ τοῦ πατρὸς ἀπεσταλμένον συμπολεμεῖν τοῖς Λακεδαιμονίοις, ἧκεν εἰς Σάρδεις πρὸς αὐτόν, καὶ παροξύνας τὸν νεανίσκον εἰς τὸν κατὰ τῶν Ἀθηναίων πόλεμον μυρίους μὲν δαρεικοὺς παραχρῆμα ἔλαβεν εἰς τὸν τῶν στρατιωτῶν μισθόν, καὶ εἰς τὸ λοιπὸν δὲ ὁ Κῦρος ἐκέλευσεν αἰτεῖν μηδὲν ὑποστελλόμενον· ἐντολὰς γὰρ ἔχειν παρὰ τοῦ πατρός, ὅπως ὅσα ἂν προαιρῶνται Λακεδαιμόνιοι χορηγήσαι αὐτοῖς.
当他听说国王大流士之子居鲁士被其父派来协助斯巴达人作战时,便前往萨迪斯拜访居鲁士。 他激励这位年轻人投身对抗雅典人的战争,并当即获得了万枚大流克金币作为士兵的军饷;居鲁士还叮嘱他此后若有需求尽管开口,无须有任何顾忌,因为他声称自己得到了父亲的指示,斯巴达人无论期望得到什么,他都应予以提供。
§13.70.4ἀνακάμψας δὲ εἰς Ἔφεσον ἀπὸ τῶν πόλεων μετεπέμπετο τοὺς δυνατωτάτους, πρὸς οὓς ἑταιρίας συντιθέμενος ἐπηγγέλλετο τῶν πραγμάτων κατορθωθέντων κυρίους ἑκάστους τῶν πόλεων ποιήσειν.
莱山德返回埃非索斯后,将各城市中最有权势的人召集起来,与他们结为政治同盟,并承诺一旦大功告成,将使他们各自成为本城邦的主宰。
διʼ ἣν αἰτίαν συνέβη τούτους πρὸς ἀλλήλους ἁμιλλωμένους ὑπηρετεῖν πλείονα τῶν ἐπιταττομένων, καὶ ταχὺ παραδόξως εὐπορεῖν τὸν Λύσανδρον πάντων τῶν εἰς πόλεμον χρησίμων.
由于这个原因,这些人互相竞争,提供了超出要求的服务,使莱山德迅速且出人意料地拥有了战争所需的一切充裕物资。

词汇与语法注释

  1. 13.70.1δοκοῦντα στρατηγίᾳ διαφέρειν τῶν ἄλλων — 分词 δοκοῦντα 修饰 Λύσανδρον。具有比较含义的动词 διαφέρειν(优于)接表示比较对象的属格(τῶν archive_other_genitive),并接表示特定领域或范围的关系与格(στρατηγίᾳ)。
  2. 13.70.3ἐντολὰς γὰρ ἔχειν... χορηγήσαι — 整个 γάρ 从句被纳入间接引语中,不定式 ἔχειν 的逻辑主语为居鲁士(Κῦρον)。ὅπως 从句中的 χορηγήσαι 在某些抄本中被读作不定式 χορηγῆσαι(或为目的从句中 χορηγήσῃ 的误写或异读),表示其父亲给予他的“提供物资”的指令。
  3. 13.70.4τῶν πραγμάτων κατορθωθέντων — 属格独立结构,表示条件(“如果事情进展顺利/成功的话”)。这与不定式短语(κυρίους... ποιήσειν)的将来时态相吻合。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §13.70.1-13.70.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.70.1-13.70.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。