§13.69.1ἐπεὶ δʼ οὖν κατέπλευσεν ὁ στόλος, ἐπέστρεψε τὸ πλῆθος ἐπὶ τὴν Ἀλκιβιάδου ναῦν, ἐξ ἧς ἐκβάντα τὸν ἄνδρα πάντες ἐδεξιοῦντο, τοῖς εὐημερήμασιν ἅμα καὶ τῇ καθόδῳ συγχαίροντες.
そこで、船団が帰港すると、群衆はアルキビアデスの船へと押し寄せ、そこから下船した彼を全員が右手を取って歓迎し、その成功と帰還の双方を祝福した。
ὁ δʼ ἀσπασάμενος τὰ πλήθη φιλανθρώπως ἐκκλησίαν συνήγαγε, καὶ πολλὰ τῶν καθʼ ἑαυτὸν ἀπολογησάμενος εἰς τοσαύτην εὔνοιαν τοὺς ὄχλους ἤγαγεν, ὥστε ὁμολογεῖν πάντας τὴν πόλιν αἰτίαν γεγονέναι τῶν κατʼ ἐκείνου ψηφισμάτων.
彼は群衆に温かく挨拶を交わすと、民会を招集し、自分自身に関する多くのことについて弁明した。 そして、群衆をこれほどまでに大きな好意へと導いたため、誰もが、国家こそが彼に対する一連の決議の原因であったと認めるほどであった。
§13.69.2διόπερ αὐτῷ τήν τε οὐσίαν ἀπέδωκαν ἣν ἐδήμευσαν, ἔπειτα δὲ τὰς στήλας κατεπόντισαν, ἐν αἷς ἦν ἡ καταδίκη καὶ τἄλλα τὰ κατʼ ἐκείνου κυρωθέντα·
それゆえ、人々は彼に、かつて没収した財産を返還し、次に、判決やその他彼に対して可決された事柄が刻まれていた碑石を海に沈めた。
ἐψηφίσαντο δὲ καὶ τοὺς Εὐμολπίδας ἆραι τὴν ἀράν, ἣν ἐποιήσαντο κατʼ αὐτοῦ καθʼ ὃν καιρὸν ἔδοξεν ἀσεβεῖν περὶ τὰ μυστήρια.
また、彼が秘儀に関して不敬を働いたと見なされた時期に、彼に対してエウモルピダイがかけた呪いを取り消すことも決議した。
§13.69.3τὸ δὲ τελευταῖον αὐτὸν στρατηγὸν καταστήσαντες αὐτοκράτορα καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, ἁπάσας τὰς δυνάμεις ἐνεχείρισαν αὐτῷ.
そして最後に、彼を陸上および海上における全権を握る将軍に任命し、すべての軍勢を彼に委ねた。
εἵλαντο δὲ καὶ στρατηγοὺς ἑτέρους οὓς ἐκεῖνος ἤθελεν, Ἀδείμαντον καὶ Θρασύβουλον.
また、彼が望む他の将軍たち、アデイマントスとトラシュブロスをも選出した。
§13.69.4ὁ δʼ Ἀλκιβιάδης ἑκατὸν ναῦς πληρώσας ἐξέπλευσεν εἰς Ἄνδρον, καὶ καταλαβόμενος Γαύριον φρούριον ἐτείχισεν.
一方、アルキビアデスは百隻の船に人員を満載してアンドロス島へと出帆し、ガウリオンを占領してそこを要塞化した。
ἐξελθόντων δὲ τῶν Ἀνδρίων πανδημεὶ μετὰ τῶν παραφυλαττόντων τὴν πόλιν Πελοποννησίων ἐγενήθη μάχη, καθʼ ἣν ἐνίκησαν Ἀθηναῖοι·
アンドロス人が、都市を警備していたペロポネソス人とともに総出で出撃してきたため戦闘が起こり、その戦闘でアテナイ人が勝利した。
τῶν δʼ ἐκ τῆς πόλεως πολλοὶ μὲν ἀνῃρέθησαν, τῶν δὲ διασωθέντων οἱ μὲν κατὰ τὴν χώραν διεσκεδάσθησαν, οἱ δʼ ἐντὸς τῶν τειχῶν συνέφυγον.
都市から出撃した者のうち多くの者が討たれ、生き残った者のうち、ある者は地方へと散り散りになり、他の者は城壁の内側へと逃げ込んだ。
§13.69.5αὐτὸς δʼ Ἀλκιβιάδης προσβολὰς ποιησάμενος τῇ πόλει, ἐν μὲν τῷ πεφρουρημένῳ τείχει τὴν ἱκανὴν φυλακὴν κατέλιπε καὶ Θρασύβουλον ἡγεμόνα κατέστησεν, αὐτὸς δὲ μετὰ τῆς δυνάμεως ἐκπλεύσας τήν τε Κῶν καὶ Ῥόδον ἐδῄωσε, καὶ συχνὰς ὠφελείας ἤθροισε πρὸς τὰς τῶν στρατιωτῶν διατροφάς.
アルキビアデス自身は都市に攻撃を加えたのち、要塞化した砦に十分な守備隊を残してトラシュブロスを指揮官に据え、自らは軍勢とともに船出してコス島とロドス島を略奪し、兵士たちの食糧のために多大な物資を集めた。