§13.69.1ἐπεὶ δʼ οὖν κατέπλευσεν ὁ στόλος, ἐπέστρεψε τὸ πλῆθος ἐπὶ τὴν Ἀλκιβιάδου ναῦν, ἐξ ἧς ἐκβάντα τὸν ἄνδρα πάντες ἐδεξιοῦντο, τοῖς εὐημερήμασιν ἅμα καὶ τῇ καθόδῳ συγχαίροντες.
So when the fleet came to land, the multitude turned toward the ship of Alcibiades, and as he stepped ashore, everyone welcomed him with right hands extended, congratulating him at once on his successes and on his return.
ὁ δʼ ἀσπασάμενος τὰ πλήθη φιλανθρώπως ἐκκλησίαν συνήγαγε, καὶ πολλὰ τῶν καθʼ ἑαυτὸν ἀπολογησάμενος εἰς τοσαύτην εὔνοιαν τοὺς ὄχλους ἤγαγεν, ὥστε ὁμολογεῖν πάντας τὴν πόλιν αἰτίαν γεγονέναι τῶν κατʼ ἐκείνου ψηφισμάτων. §13.69.2διόπερ αὐτῷ τήν τε οὐσίαν ἀπέδωκαν ἣν ἐδήμευσαν, ἔπειτα δὲ τὰς στήλας κατεπόντισαν, ἐν αἷς ἦν ἡ καταδίκη καὶ τἄλλα τὰ κατʼ ἐκείνου κυρωθέντα· ἐψηφίσαντο δὲ καὶ τοὺς Εὐμολπίδας ἆραι τὴν ἀράν, ἣν ἐποιήσαντο κατʼ αὐτοῦ καθʼ ὃν καιρὸν ἔδοξεν ἀσεβεῖν περὶ τὰ μυστήρια. §13.69.3τὸ δὲ τελευταῖον αὐτὸν στρατηγὸν καταστήσαντες αὐτοκράτορα καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, ἁπάσας τὰς δυνάμεις ἐνεχείρισαν αὐτῷ.
After greeting the crowds kindly, he assembled the citizens in assembly and, by making a long defense of his own conduct, brought the populace into such great goodwill toward him that everyone agreed that the city had been the cause of the decrees passed against him. For this reason, they restored to him his property which they had confiscated, and then they sank into the sea the stelae on which were recorded his condemnation and the other measures enacted against him; they also voted that the Eumolpidae should lift the curse which they had pronounced against him at the time when he was thought to have committed impiety regarding the mysteries. And finally, having appointed him general with absolute power both on land and at sea, they entrusted all their forces to him.
εἵλαντο δὲ καὶ στρατηγοὺς ἑτέρους οὓς ἐκεῖνος ἤθελεν, Ἀδείμαντον καὶ Θρασύβουλον. §13.69.4ὁ δʼ Ἀλκιβιάδης ἑκατὸν ναῦς πληρώσας ἐξέπλευσεν εἰς Ἄνδρον, καὶ καταλαβόμενος Γαύριον φρούριον ἐτείχισεν.
They also chose other generals whom he wished, namely Adeimantus and Thrasybulus. Alcibiades, having manned a hundred ships, sailed out to Andros, and having captured Gaurium, he fortified it.
ἐξελθόντων δὲ τῶν Ἀνδρίων πανδημεὶ μετὰ τῶν παραφυλαττόντων τὴν πόλιν Πελοποννησίων ἐγενήθη μάχη, καθʼ ἣν ἐνίκησαν Ἀθηναῖοι· τῶν δʼ ἐκ τῆς πόλεως πολλοὶ μὲν ἀνῃρέθησαν, τῶν δὲ διασωθέντων οἱ μὲν κατὰ τὴν χώραν διεσκεδάσθησαν, οἱ δʼ ἐντὸς τῶν τειχῶν συνέφυγον. §13.69.5αὐτὸς δʼ Ἀλκιβιάδης προσβολὰς ποιησάμενος τῇ πόλει, ἐν μὲν τῷ πεφρουρημένῳ τείχει τὴν ἱκανὴν φυλακὴν κατέλιπε καὶ Θρασύβουλον ἡγεμόνα κατέστησεν, αὐτὸς δὲ μετὰ τῆς δυνάμεως ἐκπλεύσας τήν τε Κῶν καὶ Ῥόδον ἐδῄωσε, καὶ συχνὰς ὠφελείας ἤθροισε πρὸς τὰς τῶν στρατιωτῶν διατροφάς.
When the Andrians came out in full force along with the Peloponnesians who were guarding the city, a battle took place in which the Athenians were victorious; of those from the city, many were slain, while of those who escaped, some were scattered throughout the country, and others fled for refuge within the walls. Alcibiades himself, having made assaults upon the city, left a sufficient garrison in the fortified wall and appointed Thrasybulus as commander, while he himself sailed out with his force and plundered both Cos and Rhodes, and gathered abundant supplies for the maintenance of his soldiers.