Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §13.60.1-13.60.7

希梅拉人突围出击与汉尼拔的反击

第 239 段,共 723 段 · 希腊语

内容简介

天亮后,希梅拉人率领一万人主动出击,给混乱中的迦太基军队带来打击,造成重大伤亡。然而,汉尼拔调遣山丘上的预备队发起反击,导致处于追击混乱中的希梅拉人溃退,坚守阵地的三千名希梅拉人全部阵亡。

§13.60.1τότε μὲν οὖν νυκτὸς ἀφελομένης τὴν ἐπὶ τὸ πλέον φιλονεικίαν ἔλυσαν τὴν πολιορκίαν·
当时,由于夜幕降临,阻止了进一步的争斗,他们便停止了交战。
ἅμα δʼ ἡμέρᾳ τοῖς Ἱμεραίοις ἔδοξε μὴ περιορᾶν αὑτοὺς συγκεκλεισμένους ἀγεννῶς, καθάπερ τοὺς Σελινουντίους, ἐπὶ δὲ τῶν τειχῶν φύλακας κατέταττον, τοὺς δʼ ἄλλους στρατιώτας δὺν τοῖς παραγεγονόσι συμμάχοις ἐξήγαγον, ὄντας περὶ μυρίους.
然而,天一亮,希梅拉人便决定,决不能像塞利努斯人那样,任由自己被卑屈地困在城内,于是他们在城墙上部署了守卫,而将其余的士兵与已经抵达的盟军一同带出城外,其人数大约有一万。
§13.60.2ἀπροσδοκήτως δὲ τοῖς πολεμίοις ἀπαντήσαντες εἰς ἔκπληξιν ἤγαγον τοὺς βαρβάρους, νομίζοντας ἥκειν τοὺς συμμάχους τοῖς πολιορκουμένοις.
他们出其不意地迎击敌人,使野蛮人大为惊恐,因为后者以为是被围困者的盟军赶到了。
πολὺ δὲ ταῖς τόλμαις ὑπερέχοντες καὶ ταῖς εὐχειρίαις, καὶ τὸ μέγιστον, μιᾶς ἐλπίδος εἰς σωτηρίαν ὑποκειμένης, εἰ τῇ μάχῃ κρατήσειαν, εὐθὺ τοὺς πρώτους ὑποστάντας ἀνεῖλον.
希梅拉人在勇气和战斗技巧上都远胜一筹,而最重要的是,由于他们唯一的生存希望就在于赢得这场战斗,他们立即击杀了最先阻挡他们的敌人。
§13.60.3τοῦ δὲ πλήθους τῶν βαρβάρων συντρέχοντος ἐν ἀταξίᾳ πολλῇ διὰ τὸ μηδέποτʼ ἂν ἐλπίσαι τοὺς συγκεκλεισμένους τηλικαῦτα τολμήσειν, οὐ μετρίως ἠλαττοῦντο· εἰς ἕνα γὰρ τόπον ὀκτὼ μυριάδων συνδραμουσῶν ἀτάκτως συνέβαινε τοὺς βαρβάρους ἀλλήλοις ἐμπίπτειν καὶ πλείονα πάσχειν ὑφʼ ἑαυτῶν ἤπερ ὑπὸ τῶν πολεμίων.
迦太基的乌合之众由于做梦也没想到被围困的人会做出如此大动作的袭击,在极度混乱中奔跑聚集,因而陷入了极其不利的境地;因为当八万人无秩序地涌入同一个地方时,野蛮人彼此相撞,结果死于自己人手中的人比死于敌人手中的还要多。
§13.60.4οἱ δʼ Ἱμεραῖοι θεατὰς ἔχοντες ἀπὸ τῶν τειχῶν γονεῖς καὶ παῖδας, ἔτι δὲ τοὺς οἰκείους ἅπαντας, ἀφειδῶς ἐχρῶντο τοῖς ἰδίοις σώμασιν εἰς τὴν κοινὴν σωτηρίαν.
希梅拉人方面,由于有父母、孩子以及所有的亲属在城墙上观看,他们为了共同的生存而毫不怜惜自己的身体,拼死搏斗。
§13.60.5λαμπρῶς δʼ αὐτῶν ἀγωνιζομένων οἱ βάρβαροι τάς τε τόλμας καὶ τὸ παράδοξον καταπλαγέντες πρὸς φυγὴν ἐτράπησαν.
随着他们英勇作战,野蛮人被他们的勇气和这场出乎意料的袭击所震慑,开始溃败。
τούτων δʼ οὐδενὶ κόσμῳ φευγόντων πρὸς τοὺς ἐπὶ τῶν λόφων στρατοπεδεύοντας, ἐπηκολούθουν ἀλλήλοις παρακελευόμενοι μηδένα ζωγρεῖν, καὶ πλείους ἀνεῖλον τῶν ἑξακισχιλίων, ὡς Τίμαιος, ὡς δʼ Ἔφορός φησι, δισμυρίων.
在这些人毫无秩序地向在山丘上扎营的友军逃跑时,希梅拉人紧追不舍,互相叮嘱绝不留活口,他们斩杀了六千多人(据蒂迈欧所说),而据埃福罗斯所说,则斩杀了两万人。
§13.60.6ὁ δʼ Ἀννίβας ὁρῶν τοὺς ἰδίους καταπονουμένους, κατεβίβασε τοὺς ἐπὶ τῶν λόφων κατεστρατοπεδευκότας, καὶ παραβοηθήσας τοῖς ἐλαττουμένοις κατέλαβε τοὺς Ἱμεραίους ἐν οὐδεμιᾷ τάξει τὸν διωγμὸν ποιουμένους.
然而汉尼拔看到自己的人马陷入苦战,便让在山丘上扎营的士兵走下山来,在支援那些处于劣势的士兵时,他击中了那些毫无秩序地进行追击的希梅拉人。
§13.60.7γενομένης δὲ μάχης καρτερᾶς, τὸ μὲν πλῆθος τῶν Ἱμεραίων πρὸς φυγὴν ὥρμησε, τρισχίλιοι δʼ αὐτῶν ὑποστάντες τὴν τῶν Καρχηδονίων δύναμιν, καὶ πολλὰ δράσαντες, ἅπαντες ἀνῃρέθησαν.
展开了一场激烈的战斗,希梅拉的大多数人开始逃跑,但其中有三千人挺身抵抗迦太基的军队,在奋勇作战之后,全部阵亡。

词汇与语法注释

  1. 13.60.1νυκτὸς ἀφελομένης τὴν ἐπὶ τὸ πλέον φιλονεικίαν — 属格独立结构(genitive absolute),意为“由于夜幕夺去了进一步的争斗(或斗志)”。ἀφαιρέω 的不定过去时中动因受分词属格单数阴性形式 ἀφελομένης 与 νυκτός 一致,以 τὴν ... φιλονεικίαν 为其直接宾语。
  2. 13.60.1μὴ περιορᾶν αὑτοὺς συγκεκλεισμένους — 动词 περιοράω(默许、旁观)在此处接补充性分词 συγκεκλεισμένους,表示“不容许自己被困住”或“不坐视自己被围困”。
  3. 13.60.3διὰ τὸ μηδέποτʼ ἂν ἐλπίσαι τοὺς συγκεκλεισμένους τηλικαῦτα τολμήσειν — 表达原因的冠词不定式(διὰ τὸ ... ἐλπίσαι)。小词 ἄν 配合不定过去时不修饰不定式 ἐλπίσαι,表示过去的可能性或虚拟语气(“本绝不会料到”)。宾格的 τοὺς συγκεκλεισμένους 作为该不定式的逻辑主语。
  4. 13.60.5τούτων δʼ οὐδενὶ κόσμῳ φευγόντων — 与格 οὐδενὶ κόσμῳ 为方式与格,意为“毫无秩序地”或“极其混乱地”。整个结构为一个属格独立结构(τούτων ... φευγόντων)。
  5. 13.60.6κατέλαβε τοὺς Ἱμεραίους ἐν οὐδεμιᾷ τάξει τὸν διωγμὸν ποιουμένους — 动词 καταλαμβάνω(发现、撞见、袭击)接宾格(τοὺς Ἱμεραίους)和现在分词(ποιουμένους),构成“他袭击了正处于……状态下的希梅拉人”的句式。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §13.60.1-13.60.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.60.1-13.60.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。