§13.60.1τότε μὲν οὖν νυκτὸς ἀφελομένης τὴν ἐπὶ τὸ πλέον φιλονεικίαν ἔλυσαν τὴν πολιορκίαν·
その時は、夜が訪れてそれ以上の争いを阻んだため、彼らは戦闘を収めた。
ἅμα δʼ ἡμέρᾳ τοῖς Ἱμεραίοις ἔδοξε μὴ περιορᾶν αὑτοὺς συγκεκλεισμένους ἀγεννῶς, καθάπερ τοὺς Σελινουντίους, ἐπὶ δὲ τῶν τειχῶν φύλακας κατέταττον, τοὺς δʼ ἄλλους στρατιώτας δὺν τοῖς παραγεγονόσι συμμάχοις ἐξήγαγον, ὄντας περὶ μυρίους.
しかし、夜が明けるとすぐにヒメラ人たちは、セリヌス人のように自分たちが卑屈に閉じ込められたままでいるのを見過ごすべきではないと決意し、城壁の上には守備兵を配置し、残りの兵士たちを、到着していた同盟軍とともに連れ出したが、その数は約一万人に達していた。
§13.60.2ἀπροσδοκήτως δὲ τοῖς πολεμίοις ἀπαντήσαντες εἰς ἔκπληξιν ἤγαγον τοὺς βαρβάρους, νομίζοντας ἥκειν τοὺς συμμάχους τοῖς πολιορκουμένοις.
彼らは敵の不意を突いて立ち向かったため、野蛮人たちを大いにうろたえさせた。 野蛮人たちは、包囲されている者たちに新たな同盟軍が到着したのだと考えたからである。
πολὺ δὲ ταῖς τόλμαις ὑπερέχοντες καὶ ταῖς εὐχειρίαις, καὶ τὸ μέγιστον, μιᾶς ἐλπίδος εἰς σωτηρίαν ὑποκειμένης, εἰ τῇ μάχῃ κρατήσειαν, εὐθὺ τοὺς πρώτους ὑποστάντας ἀνεῖλον.
ヒメラ人たちは勇気においても戦闘技術においてもはるかに勝っており、何よりも、戦闘に勝利することだけが唯一残された救いの望みであったため、真っ先に立ちはだかった敵をただちに打ち倒した。
§13.60.3τοῦ δὲ πλήθους τῶν βαρβάρων συντρέχοντος ἐν ἀταξίᾳ πολλῇ διὰ τὸ μηδέποτʼ ἂν ἐλπίσαι τοὺς συγκεκλεισμένους τηλικαῦτα τολμήσειν, οὐ μετρίως ἠλαττοῦντο·
野蛮人の大群は、閉じ込められていた者たちがこれほど大胆な行動に出るとは夢にも思っていなかったため、極めて大きな混乱のうちに駆け集まり、甚だしく不利な状況に陥った。
εἰς ἕνα γὰρ τόπον ὀκτὼ μυριάδων συνδραμουσῶν ἀτάκτως συνέβαινε τοὺς βαρβάρους ἀλλήλοις ἐμπίπτειν καὶ πλείονα πάσχειν ὑφʼ ἑαυτῶν ἤπερ ὑπὸ τῶν πολεμίων.
というのも、八万の軍勢が無秩序に一箇所に殺到したため、野蛮人同士が衝突し合い、敵から受けるよりも身内同士でより多くの被害を被る事態となったからである。
§13.60.4οἱ δʼ Ἱμεραῖοι θεατὰς ἔχοντες ἀπὸ τῶν τειχῶν γονεῖς καὶ παῖδας, ἔτι δὲ τοὺς οἰκείους ἅπαντας, ἀφειδῶς ἐχρῶντο τοῖς ἰδίοις σώμασιν εἰς τὴν κοινὴν σωτηρίαν.
一方、ヒメラ人たちは、城壁の上から両親や子どもたち、さらにはすべての親族が見守る中で、共通の救済のために自らの体を惜しまずに戦った。
§13.60.5λαμπρῶς δʼ αὐτῶν ἀγωνιζομένων οἱ βάρβαροι τάς τε τόλμας καὶ τὸ παράδοξον καταπλαγέντες πρὸς φυγὴν ἐτράπησαν.
彼らが目覚ましい戦いぶりを見せたので、野蛮人たちはその勇気と不意を突かれたことに圧倒されて敗走した。
τούτων δʼ οὐδενὶ κόσμῳ φευγόντων πρὸς τοὺς ἐπὶ τῶν λόφων στρατοπεδεύοντας, ἐπηκολούθουν ἀλλήλοις παρακελευόμενοι μηδένα ζωγρεῖν, καὶ πλείους ἀνεῖλον τῶν ἑξακισχιλίων, ὡς Τίμαιος, ὡς δʼ Ἔφορός φησι, δισμυρίων.
これらが丘の上に陣を敷く者たちに向かって無秩序に逃げていくのを、ヒメラ人たちは、生け捕りにはするなと互いに声を掛け合いながら追撃し、ティマイオスによれば六千人以上、エポロスによれば二万人を討ち取った。
§13.60.6ὁ δʼ Ἀννίβας ὁρῶν τοὺς ἰδίους καταπονουμένους, κατεβίβασε τοὺς ἐπὶ τῶν λόφων κατεστρατοπεδευκότας, καὶ παραβοηθήσας τοῖς ἐλαττουμένοις κατέλαβε τοὺς Ἱμεραίους ἐν οὐδεμιᾷ τάξει τὸν διωγμὸν ποιουμένους.
しかしハンニバルは、自軍が痛めつけられているのを見ると、丘の上に陣を張っていた者たちを降らせ、劣勢に立たされている者たちを救援して、無秩序に追撃を行っていたヒメラ人たちを襲った。
§13.60.7γενομένης δὲ μάχης καρτερᾶς, τὸ μὲν πλῆθος τῶν Ἱμεραίων πρὸς φυγὴν ὥρμησε, τρισχίλιοι δʼ αὐτῶν ὑποστάντες τὴν τῶν Καρχηδονίων δύναμιν, καὶ πολλὰ δράσαντες, ἅπαντες ἀνῃρέθησαν.
激しい戦闘が起こり、ヒメラ人の大半は逃走し始めたが、彼らのうち三千人がカルタゴの軍勢に立ち向かい、多大な働きをした末に、全員が討ち死にした。