Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §13.59.1-13.59.9

汉尼拔进军希梅拉与包围战的爆发

第 238 段,共 723 段 · 希腊语

内容简介

抵达阿克拉加斯的叙拉古援军在获悉塞利努斯陷落后试图与汉尼拔交涉,汉尼拔予以拒绝,但仅对亲迦太基使节恩佩迪翁给予宽待。随后汉尼拔进军希梅拉以报祖父之仇,他挖掘并猛攻城墙,但守军拼死抵抗,直至叙拉古援军赶来支援。

§13.59.1ἅμα δὲ τούτοις πραττομένοις εἰς τὸν Ἀκράγαντα κατήντησαν στρατιῶται τρισχίλιοι παρὰ Συρακοσίων ἐπίλεκτοι, προαπεσταλμένοι κατὰ σπουδὴν ἐπὶ τὴν βοήθειαν.
与此同时,来自叙拉古的三千名精锐士兵——他们是为了增援而紧急提前派出的——抵达了阿克拉加斯。
πυθόμενοι δὲ τὴν πόλιν ἡλωκυῖαν, πρέσβεις ἀπέστειλαν, παρακαλοῦντες τὸν Ἀννίβαν τούς τε αἰχμαλώτους ἀπολυτρῶσαι καὶ τῶν θεῶν τοὺς ναοὺς ἐᾶσαι.
在获悉城市已经陷落后,他们派遣了使节,恳求汉尼拔允许赎回俘虏,并保留神明的神庙。
§13.59.2ὁ δʼ Ἀννίβας ἀπεκρίθη, τοὺς μὲν Σελινουντίους μὴ δυναμένους τηρεῖν τὴν ἐλευθερίαν πεῖραν τῆς δουλείας λήψεσθαι, τοὺς δὲ θεοὺς ἐκτὸς Σελινοῦντος οἴχεσθαι προσκόψαντας τοῖς ἐνοικοῦσιν.
汉尼拔回答说,塞利努斯人既然无法捍卫自己的自由,就应当品尝奴役的滋味;而神明们也因为对居民感到愤怒,已经离开了塞利努斯。
§13.59.3ὅμως δὲ τῶν πεφευγότων Ἐμπεδίωνα πρεσβευτὴν ἀποστειλάντων, τούτῳ μὲν ὁ Ἀννίβας τὰς οὐσίας ἀποκατέστησεν· ἀεὶ γὰρ τὰ Καρχηδονίων ἦν πεφρονηκὼς καὶ πρὸ τῆς πολιορκίας τοῖς πολίταις συμβεβουλευκὼς μὴ πολεμεῖν Καρχηδονίους·
然而,当逃亡者派遣恩佩迪翁作为使节时,汉尼拔恢复了他的财产;因为他一直支持迦太基人的事业,在围城战之前也曾建议公民不要与迦太基人开战。
ἐχαρίσατο δʼ αὐτῷ τοὺς συγγενεῖς τοὺς ὄντας ἐν τοῖς αἰχμαλώτοις, καὶ τοῖς ἐκπεφευγόσι Σελινουντίοις ἔδωκεν ἐξουσίαν τὴν πόλιν οἰκεῖν καὶ τὴν χώραν γεωργεῖν τελοῦντας φόρον τοῖς Καρχηδονίοις.
汉尼拔还把俘虏中属于他的亲属无偿归还给他,并允许逃亡的塞利努斯人居住在城市并耕种土地,条件是向迦太基人纳贡。
§13.59.4αὕτη μὲν οὖν ἡ πόλις ἀπὸ τῆς κτίσεως οἰκηθεῖσα χρόνον ἐτῶν διακοσίων τεσσαράκοντα δύο ἑάλω.
就这样,这座城市在建城二百四十二年后陷落了。
ὁ δὲ Ἀννίβας περιελὼν τὰ τείχη τῆς Σελινοῦντος ἀνέζευξε μετὰ πάσης τῆς δυνάμεως ἐπὶ τὴν Ἱμέραν, ἐπιθυμῶν μάλιστα ταύτην κατασκάψαι τὴν πόλιν.
汉尼拔拆毁了塞利努斯的城壁,率领全军向希梅拉进发,极度渴望彻底摧毁这座城市。
§13.59.5διὰ ταύτην γὰρ ὁ μὲν πατὴρ αὐτοῦ φυγὰς ἦν, ὁ δὲ προπάτωρ Ἀμίλκας πρὸς ταύτῃ καταστρατηγηθεὶς ὑπὸ Γέλωνος ἀνῃρέθη, καὶ μετʼ αὐτοῦ πεντεκαίδεκα μυριάδες στρατιωτῶν ἀνῃρέθησαν, ἄλλαι δὲ οὐκ ἐλάττους τούτων ᾐχμαλωτίσθησαν.
因为正是由于这座城市,他的父亲曾流亡国外,而他的祖父哈米尔卡在这座城市附近被盖隆击败并被杀,随他一同战死的有十五万名士兵,被俘的人数也不少于此。
§13.59.6ὑπὲρ ὧν σπεύδων τιμωρίαν λαβεῖν Ἀννίβας τέτρασι μυριάσιν οὐκ ἄπωθεν τῆς πόλεως ἐπί τινων λόφων κατεστρατοπέδευσε, τῇ δʼ ἄλλῃ δυνάμει πάσῃ περιεστρατοπέδευσε τὴν πόλιν, προσγενομένων ἄλλων παρά τε Σικελῶν καὶ Σικανῶν δισμυρίων στρατιωτῶν.
急于为此报仇的汉尼拔,带着四万兵力在离城不远的几座山丘上扎营,并用其余的全部军队包围了这座城市,此外还有来自西西里人和西坎尼人的两万名士兵加入。
§13.59.7στήσας δὲ μηχανὰς τὸ τεῖχος κατὰ πλείονας τόπους ἐσάλευε, καὶ πολλῷ πλήθει διαγωνιζόμενος ἐκ διαδοχῆς κατεπόνει τοὺς πολιορκουμένους, ἅτε καὶ τῶν στρατιωτῶν ἐπηρμένων ταῖς εὐτυχίαις.
他架设起攻城器械,震摇了数处城墙,并以大量兵力轮番作战,使被围者疲惫不堪,因为士兵们也因之前的胜利而士气高涨。
§13.59.8ὑπώρυττε δὲ καὶ τὰ τείχη, καὶ ξύλοις ὑπήρειδεν, ὧν ἐμπρησθέντων ταχὺ πολὺ μέρος τοῦ τείχους ἔπεσεν.
他还挖掘城墙下方,用木柱支撑,火烧木柱后,城墙的一大部便迅速坍塌。
ἔνθα δὴ συνέβαινε καρτερωτάτην μάχην γίνεσθαι, τῶν μὲν βιαζομένων ἐντὸς τοῦ τείχους παρεισπεσεῖν, τῶν δὲ φοβουμένων μὴ ταὐτὰ πάθωσι τοῖς Σελινουντίοις.
于是在那里发生了极度惨烈的战斗,一方强行想要突入城墙内,另一方则害怕遭受与塞利努斯人相同的命运。
§13.59.9διὸ καὶ τὸν ἔσχατον ἀγῶνα τιθεμένων αὐτῶν ὑπὲρ τέκνων καὶ γονέων καὶ τῆς περιμαχήτου πᾶσι πατρίδος, ἐξεώσθησαν οἱ βάρβαροι, καὶ ταχὺ τὸ μέρος τοῦ τείχους ἀνῳκοδόμησαν.
因此,当他们为了孩子、父母和人人为之奋斗的祖国进行决死之战时,野蛮人被击退了,他们迅速重建了坍塌的城墙。
παρεγενήθησαν δʼ αὐτοῖς εἰς τὴν βοήθειαν οἵ τʼ ἐξ Ἀκράγαντος Συρακόσιοι καί τινες τῶν ἄλλων συμμάχων, οἱ πάντες εἰς τετρακισχιλίους, ὧν Διοκλῆς ὁ Συρακόσιος εἶχε τὴν ἡγεμονίαν.
随后,来自阿克拉加斯的叙拉古人和其他部分盟友赶来增援,总数约四千人,由叙拉古人狄奥克莱斯统率。

词汇与语法注释

  1. §13.59.1ἅμα δὲ τούτοις πραττομένοις — 副词 ἅμα 接分词与格(τούτοις πραττομένοις),构成表示“与此同时/在这些事情发生的同时”的伴随时间构文。
  2. §13.59.3ἦν πεφρονηκὼς καὶ ... συμβεβουλευκὼς — 由系动词未完成过去时 ἦν 与完成时分词(πεφρονηκώς 和 συμβεβουλευκώς)构成的迂回谓语(periphrasis),用以表达过去完成时(在此之前一直如此)的语义。
  3. §13.59.8ὧν ἐμπρησθέντων — 关系代词 ὧν 作为属格独立主格结构(genitive absolute)的主语。这种关系代词起连接作用、承接先行词(此处为木支柱 ξύλοις)并构成独立结构的用法较为常见。
  4. §13.59.8τῶν μὲν βιαζομένων ... τῶν δὲ φοβουμένων — 语法上为一对对比性的属格独立主格结构(μὲν ... δέ),在语义上对前文“发生了激烈的战斗(συνέβαινε μάχην γίνεσθαι)”的具体情况进行细分和对比说明:一方(迦太基军)强行突入,另一方(希梅拉市民)深感恐惧。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §13.59.1-13.59.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.59.1-13.59.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。