§13.61.1τῆς δὲ μάχης ταύτης ἤδη τέλος ἐχούσης κατέπλευσαν πρὸς τὴν Ἱμέραν πέντε πρὸς ταῖς εἴκοσι τριήρεις παρὰ τῶν Σικελιωτῶν, ἃς πρότερον μὲν ἀπεστάλκεισαν τοῖς Λακεδαιμονίοις ἐπὶ συμμαχίαν, τότε δʼ ἀνέστρεψαν ἀπὸ τῆς στρατείας.
当这场战斗已经结束时,来自西西里希腊人的二十五艘三段式战船驶抵希梅拉,这些战船此前曾被派往拉刻代蒙人那里寻求结盟,但当时他们已从这次远征中返回。
§13.61.2διεδόθη δὲ καὶ φήμη τις κατὰ τὴν πόλιν, ὅτι Συρακόσιοι μὲν πανδημεὶ μετὰ τῶν συμμάχων πορεύονται τοῖς Ἱμεραίοις βοηθεῖν, Ἀννίβας δὲ μέλλοι τὰς ἐν Μοτύῃ τριήρεις πληροῦν τῶν κρατίστων ἀνδρῶν καὶ περιπλεύσας ἐπὶ Συρακούσας ἔρημον τὴν πόλιν τῶν ἀμυνομένων καταλαβέσθαι.
城市里也流传着一个谣言,称叙拉古人正与盟友倾巢而出来援助希梅拉人,而汉尼拔则打算在摩堤亚的战船上满载最精锐的士兵,绕道航行至叙拉古,在城防空虚时夺取该城。
§13.61.3διόπερ Διοκλῆς ὁ τῶν ἐν Ἱμέρᾳ στρατηγὸς συνεβούλευσε τοῖς ναυάρχοις τὴν ταχίστην ἐκπλεῖν εἰς Συρακούσας, ἵνα μὴ συμβῇ κατὰ κράτος ἁλῶναι τὴν πόλιν, ἀπόντων ἐν τῇ μάχῃ τῶν κρατίστων ἀνδρῶν.
因此,希梅拉军队的将军狄奥克莱斯建议海军将领们尽快启航前往叙拉古,以免在最精锐的士兵因参战而不在时,城市被强行攻陷。
§13.61.4διόπερ ἐφαίνετο συμφέρειν αὐτοῖς ἐκλιπεῖν τὴν πόλιν καὶ τοὺς μὲν ἡμίσεις εἰς τὰς τριήρεις ἐμβιβάσαι—ταύτας γὰρ κατακομιεῖν αὐτούς, μέχρι ἂν ἐκτὸς τῆς Ἱμεραίας γένωνται χώρας—, τοῖς δʼ ἡμίσεσι τηρεῖν, ἕως ἂν πάλιν αἱ τριήρεις ἐπιστρέψωσιν.
因而,对他们来说,放弃这座城市并让半数人登上战船似乎是有利的——因为这些船会将他们送至希梅拉领土之外——而另一半人则留守,直到战船再次返回。
§13.61.5τῶν δʼ Ἱμεραίων σχετλιαζόντων μὲν ἐπὶ τοῖς λεγομένοις, οὐκ ἐχόντων δὲ ὃ πράξειαν ἕτερον, αἱ μὲν τριήρεις νυκτὸς ἐπληροῦντο κατὰ σπουδὴν ἀναμὶξ γυναικῶν τε καὶ παίδων, ἔτι δὲ τῶν ἄλλων σωμάτων, ἐπὶ τούτων ἀποπλεόντων ὡς ἐπὶ Μεσσήνην·
尽管希梅拉人对这一决定表示悲愤,但由于别无选择,战船在夜间匆忙载满了妇女、儿童以及其他人员,混杂在一起,乘着这些船向美塞涅驶去。
§13.61.6Διοκλῆς δὲ τοὺς ἰδίους στρατιώτας ἀναλαβὼν καὶ τοὺς πεσόντας ἐν τῇ μάχῃ καταλιπών, ὥρμησεν ἐπʼ οἴκου τὴν πορείαν ποιούμενος.
狄奥克莱斯则带领自己的士兵,丢下战斗中阵亡的人,动身踏上回乡之路。
πολλοὶ δὲ τῶν Ἱμεραίων μετὰ τέκνων καὶ γυναικῶν ἐξώρμησαν σὺν τοῖς περὶ τὸν Διοκλῆν, μὴ δυναμένων χωρῆσαι τῶν τριήρων τὸν ὄχλον.
许多希梅拉人带着妻子和孩子,跟随狄奥克莱斯一行人一同出发,因为战船无法容纳如此多的人群。