Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §13.57.1-13.57.6

迦太基军劫掠塞利努斯与屠杀居民

第 236 段,共 723 段 · 希腊语

内容简介

描绘了塞利努斯陷落后,迦太基蛮族对居民进行惨绝人寰的屠杀与分尸、洗劫神庙并彻底摧毁城市,造成惨重的伤亡和大量人员被俘。

§13.57.1διὸ καὶ τῆς πόλεως καταλαμβανομένης παρὰ μὲν τοῖς Ἕλλησιν ἦν ὀδυρμοὺς καὶ δάκρυα θεωρεῖν, παρὰ δὲ τοῖς βαρβάροις ἀλαλαγμὸς ἦν καὶ βοὴ σύμμικτος· οἱ μὲν γὰρ τὸ μέγεθος τῆς περιεστώσης συμφορᾶς ἐν ὀφθαλμοῖς ἔχοντες περιδεεῖς ἦσαν, οἱ δὲ τοῖς εὐημερήμασιν ἐπηρμένοι σφάττειν παρεκελεύοντο.
因此,在城市被占领之际,希腊人中随处可见哀号与眼泪,而野蛮人中则充斥着战吼与混杂的叫嚷;因为前者眼睁睁看着眼前的灾难如此深重而惊恐万状,后者则因得手而气焰嚣张,互相怂恿大肆屠杀。
§13.57.2εἰς δὲ τὴν ἀγορὰν συνδραμόντων τῶν Σελινουντίων, οὗτοι μὲν ἐνταῦθα μαχόμενοι πάντες ἀνῃρέθησαν· οἱ δὲ βάρβαροι σκεδασθέντες καθʼ ὅλην τὴν πόλιν τὴν μὲν ἐν ταῖς οἰκίαις εὐδαιμονίαν συνήρπασαν, τῶν δὲ ἐγκαταληφθέντων σωμάτων ἃ μὲν ταῖς οἰκίαις συγκατέκαιον, τῶν δʼ εἰς τὰς ὁδοὺς βιαζομένων οὐ διακρίνοντες οὔτε φύσιν οὔθʼ ἡλικίαν, ἀλλʼ ὁμοίως παῖδας νηπίους, γυναῖκας, πρεσβύτας ἐφόνευον, οὐδεμίαν συμπάθειαν λαμβάνοντες.
当塞利努斯人聚集到广场时,他们在那里奋力抵抗,全部阵亡;而野蛮人则散布到全城各处,掠夺民房中的财富,并对遗留下来的人,有的将他们与房屋一同烧死,对那些被迫涌向街头的人,则不分性别与年龄,同样杀害了幼儿、妇女和老人,不抱有任何同情。
§13.57.3ἠκρωτηρίαζον δὲ καὶ τοὺς νεκροὺς κατὰ τὸ πάτριον ἔθος, καὶ τινὲς μὲν χεῖρας ἀθρόας περιέφερον τοῖς σώμασι, τινὲς δὲ κεφαλὰς ἐπὶ τῶν γαίσων καὶ τῶν σαυνίων ἀναπείροντες ἔφερον.
他们还按照祖辈的习俗残害尸体,有的人将一束束斩断的手挂在身上到处走动,有的人则将头颅穿在长矛和投枪上带走。
ὅσας δὲ τῶν γυναικῶν μετὰ τέκνων εἰς τοὺς ναοὺς συμπεφευγυίας κατελάμβανον, παρεκελεύοντο μὴ φονεύειν, καὶ ταύταις μόναις πίστιν ἔδοσαν.
至于那些与孩子们一同逃入神庙的妇女,每当他们抓获她们时,便互相告诫不要杀害,并且仅对她们作出了安全保证。
§13.57.4τοῦτο δʼ ἔπραξαν οὐ τοὺς ἀκληροῦντας ἐλεοῦντες, ἀλλʼ εὐλαβούμενοι, μήποτε τὴν σωτηρίαν αἱ γυναῖκες ἀπογνοῦσαι κατακαύσωσι τοὺς ναούς, καὶ μὴ δυνηθῶσι συλῆσαι τὴν ἐν αὐτοῖς καθιερωμένην πολυτέλειαν.
他们这样做并不是因为怜悯这些不幸的人,而是因为戒备,以免妇女们对生还感到绝望而烧毁神庙,从而使他们无法掠夺其中供奉的贵重物品。
§13.57.5τοσοῦτο γὰρ ὠμότητι διέφερον οἱ βάρβαροι τῶν ἄλλων, ὥστε τῶν λοιπῶν ἕνεκα τοῦ μηδὲν ἀσεβεῖν εἰς τὸ δαιμόνιον διασωζόντων τοὺς εἰς τὰ ἱερὰ καταπεφευγότας Καρχηδόνιοι τοὐναντίον ἀπέσχοντο τῶν πολεμίων, ὅπως τοὺς τῶν θεῶν ναοὺς συλήσειαν.
因为这些野蛮人在残暴方面远远超过了其他人,以至于其他人为了不对神明犯下任何不敬之罪而保护那些逃入圣所的人,卡尔塔哥人反而克制不对敌人下手,以便能够掠夺诸神的庙宇。
§13.57.6ἤδη δὲ νυκτὸς οὔσης ἡ μὲν πόλις διήρπαστο, τῶν δʼ οἰκιῶν αἱ μὲν κατεκαύθησαν, αἱ δὲ κατεσκάφησαν, πᾶς δʼ ἦν τόπος αἵματος καὶ νεκρῶν πλήρης.
此时已是黑夜,城市已被洗劫一空,民房有的被烧毁,有的被夷平,到处都充斥着鲜血与尸体。
ἑξακισχίλια μὲν πρὸς τοῖς μυρίοις εὑρέθη σώματα πεπτωκότα, καὶ χωρὶς αἰχμάλωτα συνήχθη πλείω τῶν πεντακισχιλίων·
被发现阵亡的尸体达一万六千具,此外还聚集了五千多名俘虏;

词汇与语法注释

  1. 13.57.1ἦν ... θεωρεῖν — 存在动词 ἦν 与不定式 θεωρεῖν 连用,表示可能性(相当于 ἔξεστι 的过去时,“可以看见……”)。这不仅指“有哀号与眼泪”,而是指“人们能够看到哀号与眼泪”。
  2. 13.57.2τῶν δὲ ἐγκαταληφθέντων σωμάτων ἃ μὲν ... τῶν δʼ — 针对部分属格 τῶν ἐγκαταληφθέντων σωμάτων(被遗留的人们),前半句的 ἃ μὲν(中性复数,指代 σώματα)作为 συγκατέκαιον 的宾格宾语,而后半句的 τῶν δʼ 则保持属格,修饰分词 βιαζομένων,作为部分属格结构的一部分或 ἐφόνευον 的宾语。这种不对称结构是代词关联用法的特征。
  3. 13.57.4μήποτε ... κατακαύσωσι ... καὶ μὴ δυνηθῶσι — 由表示戒备或担忧的分词 εὐλαβούμενοι(戒备、害怕)引导的担忧从句。连词 μήποτε(免得、以免)后接虚拟语气(κατακαύσωσι 和 δυνηθῶσι),表达了他们所担忧的内容:即妇女们可能会烧毁神庙,从而导致他们自己无法进行掠夺。
  4. 13.57.5ὥστε τῶν λοιπῶν ... διασωζόντων ... Καρχηδόνιοι τοὐναντίον ἀπέσχοντο — 在由结果连词 ὥστε(结果是……)引导的从句中,插入了独立属格结构 τῶν λοιπῶν ... διασωζόντων(而其他人则保护……),其中又嵌套了表示目的的介词短语 ἕνεκα τοῦ μηδὲν ἀσεβεῖν(为了不犯下不敬之罪)。结果从句的主句 Καρχηδόνιοι ... ἀπέσχοντο 在这一复杂的插入成分之后才出现,需要注意主谓关系的对应。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §13.57.1-13.57.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.57.1-13.57.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。