§13.56.1οἱ δὲ Σελινούντιοι τῶν ἱππέων τοὺς κρατίστους ἐπιλέξαντες διὰ νυκτὸς εὐθέως ἀπέστειλαν τοὺς μὲν εἰς Ἀκράγαντα, τοὺς δʼ εἰς Γέλαν καὶ Συρακούσας, δεόμενοι τὴν ταχίστην βοηθεῖν, ὡς οὐ δυναμένης πλείω χρόνον τῆς πόλεως ὑποστῆναι τῶν πολεμίων τὴν δύναμιν.
而塞利努斯人从骑兵中挑选出最精锐的战士,连夜立即派遣一些人前往阿克拉加斯,另一些人前往革拉和叙拉古,请求他们尽快予以救援,理由是该城已无法更久地抵挡敌人的大军。
§13.56.2οἱ μὲν οὖν Ἀκραγαντῖνοι καὶ Γελῷοι περιέμενον τοὺς Συρακοσίους, βουλόμενοι τὴν δύναμιν ἀθρόαν ἄγειν ἐπὶ τοὺς Καρχηδονίους· οἱ δὲ Συρακόσιοι πυθόμενοι τὰ περὶ τὴν πολιορκίαν, πρὸς μὲν Χαλκιδεῖς πόλεμον ἔχοντες διελύσαντο, τὰς δʼ ἀπὸ τῆς χώρας δυνάμεις ἀθροίζοντες, μεγάλην ποιούμενοι παρασκευὴν ἐχρόνιζον, νομίζοντες ἐκπολιορκηθήσεσθαι τὴν πόλιν, ἀλλʼ οὐκ ἀναρπασθήσεσθαι.
于是,阿克拉加斯人和革拉人等待着叙拉古人,希望集结全部兵力一同引向迦太基人;而叙拉古人得知有关围城的消息后,便结束了他们与哈尔基斯人正在进行的战争,但在从各地召集军队并作大规模准备时耽搁了时间,因为他们认为该城虽会被长期围困最终陷落,但绝不会迅速被攻占。
§13.56.3Ἀννίβας δὲ τῆς νυκτὸς διελθούσης ἅμα ἡμέρᾳ πανταχόθεν μὲν προσέβαλε, τὸ δὲ κατὰ τὴν πόλιν πεπτωκὸς μέρος τοῦ τείχους καὶ τὸ συνάπτον τούτῳ κατέβαλε ταῖς μηχαναῖς.
夜幕过去,汉尼拔于破晓时分从四面八方发起进攻,并用攻城器械击毁了城墙已坍塌的部分以及与之相连的部分。
§13.56.4ἀνακαθάρας δὲ τὸν πεσόντα τόπον τοῦ τείχους, καὶ τοῖς κρατίστοις ἐκ διαδοχῆς ἀγωνιζόμενος, ἐπʼ ὀλίγον ἐξέωσε τοὺς Σελινουντίους· οὐ μήν γε βιάσασθαι δυνατὸν ἦν τοὺς ὑπὲρ τῶν ὅλων διαγωνιζομένους.
在清理了城墙坍塌的地方后,他派最精锐的士兵轮番作战,将塞利努斯人稍微击退了一段距离;然而,对于那些为生死存亡而战的人,他们仍无法强行突破。
§13.56.5πολλῶν δʼ ἀναιρουμένων παρʼ ἀμφοτέροις, τοῖς μὲν Καρχηδονίοις νεαλεῖς διεδέχοντο τὴν μάχην, τοῖς δὲ Σελινουντίοις οὐκ ἦν τὸ βοηθῆσον.
双方都有许多人阵亡,迦太基人有生力军轮流接替战斗,而塞利努斯人则没有可以增援的后备力量。
τῆς δὲ πολιορκίας ἐφʼ ἡμέρας ἐννέα γενομένης μετὰ φιλοτιμίας ἀνυπερβλήτου, πολλὰ συνέβη τοὺς Καρχηδονίους κακοπαθεῖν καὶ δρᾶσαι δεινά.
这场以无与伦比的决绝进行的围城战持续了九天,其间迦太基人既遭受了许多苦难,也犯下了可怕的暴行。
§13.56.6κατὰ δὲ τὸ πεπτωκὸς τεῖχος ἀναβάντων τῶν Ἰβήρων, αἱ μὲν ἐπὶ τῶν οἰκιῶν οὖσαι γυναῖκες ἀνεβόησαν, οἱ δὲ Σελινούντιοι νομίζοντες ἁλίσκεσθαι τὴν πόλιν κατεπλάγησαν, καὶ τὰ τείχη λιπόντες κατὰ τὰς εἰσβολὰς τῶν στενωπῶν ἀθρόοι συνίσταντο, καὶ τὰς μὲν ὁδοὺς διοικοδομεῖν ἐνεχείρησαν, τοὺς δὲ πολεμίους ἐπὶ πολὺν χρόνον ἠμύνοντο.
当伊比利亚人从坍塌的城墙处登上来时,在房顶上的妇女们齐声惊呼,而塞利努斯人以为城市正在失陷,惊恐万分,纷纷放弃城墙,在狭窄街道的入口处聚集起来,企图堵塞通道,并同敌人进行了长期的顽强抵抗。
§13.56.7βιαζομένων δὲ τῶν Καρχηδονίων, τὰ πλήθη τῶν γυναικῶν καὶ παίδων ἔφευγον ἐπὶ τὰς οἰκίας, καὶ τούς τε λίθους καὶ τὰς κεραμίδας ἔβαλλον ἐπὶ τοὺς πολεμίους.
随着迦太基人强行突入,大批妇女和儿童逃进屋里,向敌人投掷石块和瓦片。
ἐπὶ πολὺν δὲ χρόνον οἱ Καρχηδόνιοι κακῶς ἀπήλλαττον, οὔτε περιστῆναι δυνάμενοι τοὺς ἐν τοῖς στενωποῖς διὰ τοὺς τῶν οἰκιῶν τοίχους, οὔτʼ ἐπʼ ἴσης διαγωνίσασθαι διὰ τοὺς ἀπὸ τῶν στεγῶν βάλλοντας.
在很长一段时间里,迦太基人处境艰难,因为民房墙壁的阻挡使他们无法包围窄巷里的守军,又由于屋顶上人们的投掷而无法在对等的条件下战斗。
§13.56.8οὐ μὴν ἀλλὰ τοῦ κινδύνου μέχρι δείλης παρεκτείνοντος, τοῖς μὲν ἀπὸ τῶν οἰκιῶν ἀγωνιζομένοις ἐνέλιπε τὰ βέλη, τοῖς δὲ Καρχηδονίοις οἱ διαδεχόμενοι τοὺς κακοπαθοῦντας ἀκέραιοι διηγωνίζοντο.
然而,随着战斗一直延续到傍晚,在房上战斗的人没有了投射物,而迦太基人则有无伤的生力军接替那些疲惫的士兵继续战斗。
τέλος δὲ τῆς μὲν ἔνδον δυνάμεως ἀφαίρεσιν λαμβανούσης, τῶν δὲ πολεμίων ἀεὶ πλειόνων εἰς τὴν πόλιν ἐμπιπτόντων, ἐξεώσθησαν ἐκ τῶν στενωπῶν οἱ Σελινούντιοι.
最终,城内守军力量不断削弱,而敌人则源源不断地涌入城内,塞利努斯人被赶出了狭窄的街道。