§13.57.1διὸ καὶ τῆς πόλεως καταλαμβανομένης παρὰ μὲν τοῖς Ἕλλησιν ἦν ὀδυρμοὺς καὶ δάκρυα θεωρεῖν, παρὰ δὲ τοῖς βαρβάροις ἀλαλαγμὸς ἦν καὶ βοὴ σύμμικτος·
そのためまた、都市が占領されつつある中で、ギリシア人たちの間では嘆きと涙を目にすることができた一方、野蛮人たちの間では鬨の声と入り混じった叫び声が響き渡っていた。
οἱ μὲν γὰρ τὸ μέγεθος τῆς περιεστώσης συμφορᾶς ἐν ὀφθαλμοῖς ἔχοντες περιδεεῖς ἦσαν, οἱ δὲ τοῖς εὐημερήμασιν ἐπηρμένοι σφάττειν παρεκελεύοντο.
というのも、一方の人々は目の前に迫っている災厄の大きさを目の当たりにして恐怖に震えていたが、他方の人々は勝利に高揚し、虐殺することを互いに促し合っていたからである。
§13.57.2εἰς δὲ τὴν ἀγορὰν συνδραμόντων τῶν Σελινουντίων, οὗτοι μὲν ἐνταῦθα μαχόμενοι πάντες ἀνῃρέθησαν·
セリヌス人たちが広場へと逃げ集まったが、彼らはその場所で戦って全員が殺害された。
οἱ δὲ βάρβαροι σκεδασθέντες καθʼ ὅλην τὴν πόλιν τὴν μὲν ἐν ταῖς οἰκίαις εὐδαιμονίαν συνήρπασαν, τῶν δὲ ἐγκαταληφθέντων σωμάτων ἃ μὲν ταῖς οἰκίαις συγκατέκαιον, τῶν δʼ εἰς τὰς ὁδοὺς βιαζομένων οὐ διακρίνοντες οὔτε φύσιν οὔθʼ ἡλικίαν, ἀλλʼ ὁμοίως παῖδας νηπίους, γυναῖκας, πρεσβύτας ἐφόνευον, οὐδεμίαν συμπάθειαν λαμβάνοντες.
他方、野蛮人たちは都市全体に散らばり、家々の中にある富を強奪した。 そして取り残された人々のうち、ある者たちを家々とともに焼き殺し、通りへと無理に出て行こうとする者たちに対しては、性別も年齢も区別することなく、幼子も女性も老人も同様に殺害し、いかなる慈悲も抱かなかった。
§13.57.3ἠκρωτηρίαζον δὲ καὶ τοὺς νεκροὺς κατὰ τὸ πάτριον ἔθος, καὶ τινὲς μὲν χεῖρας ἀθρόας περιέφερον τοῖς σώμασι, τινὲς δὲ κεφαλὰς ἐπὶ τῶν γαίσων καὶ τῶν σαυνίων ἀναπείροντες ἔφερον.
彼らはまた、祖先の風習に従って死体をも損壊し、ある者たちは多くの手を切り取って自らの体にぶら下げて歩き回り、別の人々は頭部を槍や投槍の先に突き刺して持ち運んだ。
ὅσας δὲ τῶν γυναικῶν μετὰ τέκνων εἰς τοὺς ναοὺς συμπεφευγυίας κατελάμβανον, παρεκελεύοντο μὴ φονεύειν, καὶ ταύταις μόναις πίστιν ἔδοσαν.
女性たちのうち、子どもたちとともに神殿に逃げ込んでいた者たちを見つけると、彼らは殺さないようにと互いに命じ合い、彼女たちにだけ安全の保障を与えた。
§13.57.4τοῦτο δʼ ἔπραξαν οὐ τοὺς ἀκληροῦντας ἐλεοῦντες, ἀλλʼ εὐλαβούμενοι, μήποτε τὴν σωτηρίαν αἱ γυναῖκες ἀπογνοῦσαι κατακαύσωσι τοὺς ναούς, καὶ μὴ δυνηθῶσι συλῆσαι τὴν ἐν αὐτοῖς καθιερωμένην πολυτέλειαν.
彼らがこのようにしたのは、不幸な人々を哀れんだからではなく、女性たちが助かる見込みがないと諦めて神殿を焼き払ってしまい、神殿の内部に奉納されていた高価な品々を自分たちが略奪できなくならないようにと警戒したからである。
§13.57.5τοσοῦτο γὰρ ὠμότητι διέφερον οἱ βάρβαροι τῶν ἄλλων, ὥστε τῶν λοιπῶν ἕνεκα τοῦ μηδὲν ἀσεβεῖν εἰς τὸ δαιμόνιον διασωζόντων τοὺς εἰς τὰ ἱερὰ καταπεφευγότας Καρχηδόνιοι τοὐναντίον ἀπέσχοντο τῶν πολεμίων, ὅπως τοὺς τῶν θεῶν ναοὺς συλήσειαν.
というのも、野蛮人たちは残虐さにおいて他の人々とはこれほどまでに異なっていたのであり、他の人々は、神的なものに対して何ら不敬を働かないために、聖域に逃げ込んだ人々を保護したのに対し、カルタゴ人は反対に、神々の神殿を略奪するためにこそ、敵に手を下すのを差し控えたのである。
§13.57.6ἤδη δὲ νυκτὸς οὔσης ἡ μὲν πόλις διήρπαστο, τῶν δʼ οἰκιῶν αἱ μὲν κατεκαύθησαν, αἱ δὲ κατεσκάφησαν, πᾶς δʼ ἦν τόπος αἵματος καὶ νεκρῶν πλήρης.
すでに夜になり、都市は略奪し尽くされ、家々のうちあるものは焼き払われ、あるものは徹底的に破壊され、あらゆる場所が血と死体で満ちていた。
ἑξακισχίλια μὲν πρὸς τοῖς μυρίοις εὑρέθη σώματα πεπτωκότα, καὶ χωρὶς αἰχμάλωτα συνήχθη πλείω τῶν πεντακισχιλίων·
一万六千もの死体が倒れているのが発見され、それとは別に、五千人を超える捕虜が連れ集められた。