Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §13.55.1-13.55.8

塞利努斯人的坚决抵抗与坎帕尼亚兵的败退

第 234 段,共 723 段 · 希腊语

内容简介

面对迦太基人的攻城器械和压倒性兵力,塞利努斯市民团结一致进行拼死抵抗。当城墙崩塌、迦太基麾下的坎帕尼亚雇佣兵突入城内时,遭到居民猛烈反击而被击退。

§13.55.1οἱ δὲ Σελινούντιοι ἐκ πολλῶν ὄντες ἄπειροι πολιορκίας, καὶ Καρχηδονίοις ἐν τῷ πρὸς Γέλωνα πολέμῳ συνηγωνισμένοι μόνοι τῶν Σικελιωτῶν, οὔποτʼ ἤλπιζον ὑπὸ τῶν εὐεργετηθέντων εἰς τοιούτους φόβους συγκλεισθήσεσθαι.
而塞利努斯人由于长期以来没有围城战的经验,并且在反对盖隆的战争中是西西里人中唯一与迦太基人并肩作战的,因此他们从未料到,自己会被那些曾受其恩惠的人逼入如此恐怖的境地。
§13.55.2θεωροῦντες δὲ τὰ μεγέθη τῶν μηχανημάτων καὶ τὰ πλήθη τῶν πολεμίων, περιδεεῖς ἦσαν καὶ κατεπλήττοντο τὸ μέγεθος τοῦ περιεστῶτος κινδύνου.
但是,目睹了这些攻城器械的庞大和敌人的众多,他们惊恐万分,被眼前重重危险的规模所震慑。
§13.55.3οὐ μὴν κατὰ πᾶν γε τὴν σωτηρίαν ἀπεγίνωσκον, ἀλλὰ προσδοκῶντες συντόμως ἥξειν τοὺς Συρακοσίους καὶ τοὺς ἄλλους συμμάχους, πανδημεὶ τοὺς πολεμίους ἀπὸ τῶν τειχῶν ἠμύνοντο.
尽管如此,他们决没有完全放弃得救的希望,而是期待着叙拉古人和其他盟友会迅速赶来,全城动员在城墙上抵御敌人。
§13.55.4οἱ μὲν γὰρ ἀκμάζοντες ταῖς ἡλικίαις ἐν τοῖς ὅπλοις ὄντες διεκινδύνευον, οἱ δὲ πρεσβύτεροι περί τε τὰς παρασκευὰς ἦσαν καὶ περιπορευόμενοι τὸ τεῖχος ἐδέοντο τῶν νέων μὴ περιιδεῖν αὐτοὺς ὑποχειρίους τοῖς πολεμίοις γινομένους· γυναῖκες δὲ καὶ παῖδες τάς τε τροφὰς καὶ βέλη τοῖς ὑπὲρ τῆς πατρίδος ἀγωνιζομένοις παρεκόμιζον, τὴν αἰδῶ καὶ τὴν ἐπὶ τῆς εἰρήνης αἰσχύνην παρʼ οὐδὲν ἡγούμεναι.
因为那些正值壮年的人身披铠甲、冒着生命危险战斗,而年长者则忙于各项准备,并在城墙上巡视,恳求年轻人不要眼睁睁看着他们落入敌人手中;妇女和儿童则将食物和投射物运送给那些为祖国而战的人,完全不顾平日里的温顺和羞怯。
§13.55.5τοσαύτη κατάπληξις καθειστήκει, ὥστε τὸ μέγεθος τῆς περιστάσεως δεῖσθαι καὶ τῆς παρὰ τῶν γυναικῶν βοηθείας.
由于这种恐慌笼罩着全城,以至于危机的严重程度连妇女的协助也变得不可或缺。
ὁ δʼ Ἀννίβας ἐπαγγειλάμενος τοῖς στρατιώταις εἰς διαρπαγὴν δώσειν τὴν πόλιν, τάς τε μηχανὰς προσήρεισε καὶ τοῖς κρατίστοις στρατιώταις ἐκ διαδοχῆς προσέβαλλε τοῖς τείχεσιν.
而汉尼拔在向士兵们许诺允许洗劫该城后,便将器械靠上城墙,并派最精锐的士兵轮番发起猛攻。
§13.55.6ὁμοῦ δὲ αἵ τε σάλπιγγες τὸ πολεμικὸν ἐσήμαινον καὶ πρὸς ἓν παράγγελμα πᾶν ἐπηλάλαξε τὸ τῶν Καρχηδονίων στράτευμα, καὶ τῇ βίᾳ μὲν τῶν κριῶν ἐσαλεύετο τὰ τείχη, τῷ δʼ ὕψει τῶν πύργων οἱ μαχόμενοι πολλοὺς τῶν Σελινουντίων ἀνῄρουν·
与此同时,号角吹响了战斗的信号,在统一的号令下,全体迦太基军队齐声高呼军号,由于破城槌的猛烈撞击,城墙开始动摇,而由于攻城塔的高度,在塔上战斗的敌人杀死了许多塞利努斯人。
§13.55.7ἐν πολυχρονίῳ γὰρ εἰρήνῃ γεγονότες καὶ τῶν τειχῶν οὐδʼ ἡντινοῦν ἐπιμέλειαν πεποιημένοι ῥᾳδίως κατεπονοῦντο, τῶν ξυλίνων πύργων πολὺ τοῖς ὕψεσιν ὑπερεχόντων.
因为他们长期处于和平状态,对城墙没有进行过任何维护,所以在木制攻城塔在高度上占据绝对优势的情况下,他们很容易就被击溃。
πεσόντος δὲ τοῦ τείχους οἱ μὲν Καμπανοὶ σπεύδοντες ἐπιφανές τι πρᾶξαι, ταχέως εἰσέπεσον εἰς τὴν πόλιν.
当城墙坍塌时,急于立下显赫战功的坎帕尼亚人迅速冲进了城内。
§13.55.8τὸ μὲν οὖν πρῶτον κατεπλήξαντο τοὺς ὑποστάντας, ὀλίγους ὄντας· μετὰ δὲ ταῦτα πολλῶν συνδραμόντων ἐπὶ τὴν βοήθειαν ἐξεώσθησαν καὶ συχνοὺς ἑαυτῶν ἀπέβαλον·
起初,他们确实震慑住了迎战的少数人;但随后,随着许多人跑来救援,他们被驱逐了出去,并损失了许多自己的人。
οὔπω γὰρ τελέως ἀνακεκαθαρμένου τοῦ τείχους βιασάμενοι καὶ κατὰ τὴν ἔφοδον εἰς δυσχωρίας ἐμπίπτοντες ῥᾳδίως ἠλαττοῦντο.
因为在城墙残骸尚未完全清理干净时,他们便强行突入,并在冲锋时陷入了地势不利的险境,因而很容易被击败。
νυκτὸς δʼ ἐπιγενομένης οἱ μὲν Καρχηδόνιοι τὴν πολιορκίαν ἔλυσαν.
随着夜幕降临,迦太基人停止了包围攻击。

词汇与语法注释

  1. 13.55.1ἐκ πολλῶν — 省略了表示时间的 χρόνων,意为“长期”、“久远”。虽然在语法上也可以解释为“由于许多(原因)”,但将其作为时间副词修饰 ἄπειροι(无经验的)更符合上下文,也契合该城长期处于和平状态的历史事实。
  2. 13.55.1ὑπὸ τῶν εὐεργετηθέντων — 动词 εὐεργετέω(施恩)的被动语态完成时阳性复数属格分词,伴随表示施动者的介词 ὑπό。意思是“被那些曾受其恩惠的人”(即迦太基人),这指的是塞利努斯曾在反对盖隆的战争中支持迦太基的历史事实。
  3. 13.55.4τὴν αἰδῶ καὶ τὴν ἐπὶ τῆς εἰρήνης αἰσχύνην — παρʼ οὐδὲν ἡγούμεναι(视若无睹)的直接宾语。意为“平日里的温顺和羞怯”,描绘了在战争的极端状态下,妇女和儿童奋不顾身地行动,不再顾及在和平时期会使她们不愿公开露面的社会规范或礼仪。
  4. 13.55.7τῶν ξυλίνων πύργων πολὺ τοῖς ὕψεσιν ὑπερεχόντων — 由名词 πύργων 和现在分词 ὑπερεχόντων 构成的属格独立结构,表示主句动词 κατεπονοῦντο(被击溃)的原因或理由。译为“因为木制攻城塔在高度上占据绝对优势”。
  5. 13.55.8οὔπω γὰρ τελέως ἀνακεκαθαρμένου τοῦ τείχους — 由动词完成时被动分词 ἀνακεκαθαρμένου 和名词 τείχους 构成的属格独立结构,解释了坎帕尼亚人陷入不利境地的原因。意为“在城墙残骸尚未完全清理干净(通道未被拓宽)的时候”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §13.55.1-13.55.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.55.1-13.55.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。