§13.54.1τῶν δὲ κατὰ τοῦτον τὸν ἐνιαυτὸν πράξεων τέλος ἐχουσῶν Ἀθήνησι μὲν παρέλαβε τὴν ἀρχὴν Διοκλῆς, ἐν Ῥώμῃ δὲ τὴν ὕπατον εἶχον ἀρχὴν Κόιντος Φάβιος καὶ Γάιος Φούριος.
当这一年的事务宣告结束时,在雅典由迪奥克勒斯接掌官职,而在罗马则由昆图斯·法比乌斯和盖乌斯·富里乌斯担任执政官之职。
περὶ δὲ τούτους τοὺς καιροὺς Ἀννίβας ὁ τῶν Καρχηδονίων στρατηγὸς τούς τʼ ἐξ Ἰβηρίας ξενολογηθέντας καὶ τοὺς ἐκ τῆς Λιβύης καταγραφέντας στρατιώτας συνήγαγε, καὶ μακρὰς μὲν ἑξήκοντα ναῦς ἐπλήρωσε, τὰ δὲ φορτηγὰ πλοῖα περὶ χίλια πεντακόσια παρεσκευάσατο.
大约在此时,迦太基人的将军汉尼拔召集了从伊比利亚募集的雇佣兵和在利比亚征召的士兵,他配备了六十艘战船,并准备了大约一千五百艘货船。
§13.54.2ἐν τούτοις τήν τε δύναμιν διεκόμιζε καὶ τὰ πρὸς τὰς πολιορκίας μηχανήματα καὶ βέλη καὶ τὴν ἄλλην παρασκευὴν ἅπασαν.
他用这些船只运送了军队、攻城器械、投射武器以及所有其他的装备。
περαιωθεὶς δὲ μετὰ τοῦ στόλου τὸ Λιβυκὸν πέλαγος, κατέπλευσε τῆς Σικελίας ἐπὶ τὴν ἄκραν τὴν ἀπέναντι τῆς Λιβύης, καλουμένην Λιλύβαιον·
他率领舰队横渡利比亚海,在西西里岛正对利比亚的岬角,即被称为莉莉拜乌姆的地方靠岸。
§13.54.3καθʼ ὃν δὴ χρόνον τῶν Σελινουντίων τινὲς ἱππέων περὶ τοὺς τόπους διατρίβοντες, καὶ τὸ μέγεθος τοῦ καταπλέοντος στόλου θεασάμενοι, ταχέως τοῖς πολίταις τὴν τῶν πολεμίων παρουσίαν ἐδήλωσαν.
正当此时,一些在当地巡逻的塞利努斯骑兵目睹了入港舰队的庞大规模,迅速向市民们报告了敌人的到来。
καὶ οἱ μὲν Σελινούντιοι τοὺς βιβλιαφόρους παραχρῆμα πρὸς τοὺς Συρακοσίους ἀπέστειλαν, δεόμενοι βοηθεῖν·
塞利努斯人立即向叙拉古人派出了信使,恳求他们予以援助。
§13.54.4ὁ δʼ Ἀννίβας ἐκβιβάσας τὴν δύναμιν κατεστρατοπέδευσεν, ἀρξάμενος ἀπὸ τοῦ φρέατος, ὃ κατʼ ἐκείνους μὲν τοὺς καιροὺς ὠνομάζετο Λιλύβαιον, μετὰ δὲ ταῦτα πολλοῖς ἔτεσι πρὸς αὐτῷ κτισθείσης πόλεως αἴτιον ἐγενήθη τῇ πόλει τῆς ἐπωνυμίας.
而汉尼拔则让军队登陆并安营扎寨,营地以一口井为起点。 在那个时期,这口井被称为莉莉拜乌姆,而在许多年之后,当在其旁建立起一座城市时,它成为了该城市名称的由来。
§13.54.5εἶχε δὲ τοὺς σύμπαντας Ἀννίβας, ὡς μὲν Ἔφορος ἀνέγραψε, πεζῶν μυριάδας εἴκοσι, ἱππεῖς δὲ τετρακισχιλίους, ὡς δὲ Τίμαιός φησιν, οὐ πολλῷ πλείους τῶν δέκα μυριάδων.
汉尼拔总共拥有——如埃福罗斯所记述——二十万步兵和四千骑兵,但正如蒂迈欧所说,并不比十万人多多少。
τὰς μὲν οὖν ναῦς ἐν τῷ περὶ Μοτύην κόλπῳ πάσας ἐνεώλκησε, βουλόμενος ἔννοιαν διδόναι τοῖς Συρακοσίοις, ὡς οὐ πάρεστιν ἐκείνοις πολεμήσων οὐδὲ ναυτικῇ δυνάμει παραπλεύσων ἐπὶ Συρακούσας·
于是,他把所有的船只都拖上了莫提亚周围的湾畔,企图给叙拉古人留下一种印象,即他并不是来与他们作战的,也无意率领海军沿岸航行进攻叙拉古。
§13.54.6παραλαβὼν δὲ τοὺς παρʼ Αἰγεσταίων στρατιώτας καὶ τοὺς παρὰ τῶν ἄλλων συμμάχων ἀνέζευξεν ἀπὸ τοῦ Λιλυβαίου τὴν πορείαν ποιούμενος ἐπὶ Σελινοῦντος.
在接纳了来自埃格斯塔人的士兵以及来自其他盟友的士兵后,他从莉莉拜乌姆拔营出发,向塞利努斯进军。
ὡς δʼ ἐπὶ τὸν Μάζαρον ποταμὸν παρεγενήθη, τὸ μὲν παρʼ αὐτὸν ἐμπόριον κείμενον εἷλεν ἐξ ἐφόδου, πρὸς δὲ τὴν πόλιν παραγενηθεὶς εἰς δύο μέρη διεῖλε τὴν δύναμιν· περιστρατοπεδεύσας δʼ αὐτὴν καὶ τὰς μηχανὰς ἐπιστήσας μετὰ πάσης σπουδῆς τὰς προσβολὰς ἐποιεῖτο.
当他到达马扎罗斯河时,他顺势夺取了位于河畔的贸易站,并在抵达城下时将军队分为两部分;他将城围住,设立了攻城营地,安置了器械,竭尽全力发起了进攻。
§13.54.7ἓξ μὲν γὰρ πύργους ὑπερβάλλοντας τοῖς μεγέθεσιν ἐπέστησε, τοὺς ἴσους δὲ κριοὺς κατασεσιδηρωμένους προσήρεισε τοῖς τείχεσι· χωρὶς δὲ τούτων τοῖς τοξόταις καὶ σφενδονήταις πολλοῖς χρώμενος ἀνέστελλε τοὺς ἐπὶ τῶν ἐπάλξεων μαχομένους.
因为他安置了六座高大异常的攻城塔,并将同样数量的包铁破城槌架在城墙上;除此以外,他利用大量的弓箭手和投石手,压制了在城垛上战斗的人。