§13.55.1οἱ δὲ Σελινούντιοι ἐκ πολλῶν ὄντες ἄπειροι πολιορκίας, καὶ Καρχηδονίοις ἐν τῷ πρὸς Γέλωνα πολέμῳ συνηγωνισμένοι μόνοι τῶν Σικελιωτῶν, οὔποτʼ ἤλπιζον ὑπὸ τῶν εὐεργετηθέντων εἰς τοιούτους φόβους συγκλεισθήσεσθαι.
一方、セリヌス人たちは長い間包囲戦を経験しておらず、またシケリア人の中で唯一彼らだけが、ゲロンに対する戦争においてカルタゴ人の側に立って戦ったことがあったため、自分たちが恩恵を施した者たちによって、このような恐怖の中に閉じ込められることになろうとは夢にも思っていなかった。
§13.55.2θεωροῦντες δὲ τὰ μεγέθη τῶν μηχανημάτων καὶ τὰ πλήθη τῶν πολεμίων, περιδεεῖς ἦσαν καὶ κατεπλήττοντο τὸ μέγεθος τοῦ περιεστῶτος κινδύνου.
しかし、兵器の巨大さと敵の多さを目の当たりにすると、彼らはひどく恐れおののき、自分たちを取り囲む危機の大きさに圧倒された。
§13.55.3οὐ μὴν κατὰ πᾶν γε τὴν σωτηρίαν ἀπεγίνωσκον, ἀλλὰ προσδοκῶντες συντόμως ἥξειν τοὺς Συρακοσίους καὶ τοὺς ἄλλους συμμάχους, πανδημεὶ τοὺς πολεμίους ἀπὸ τῶν τειχῶν ἠμύνοντο.
とはいえ、決して生き残る望みを完全に捨て去ったわけではなく、シラクサ人や他の同盟者たちがすぐに救援に来るだろうと期待して、総出で城壁から敵を撃退していた。
§13.55.4οἱ μὲν γὰρ ἀκμάζοντες ταῖς ἡλικίαις ἐν τοῖς ὅπλοις ὄντες διεκινδύνευον, οἱ δὲ πρεσβύτεροι περί τε τὰς παρασκευὰς ἦσαν καὶ περιπορευόμενοι τὸ τεῖχος ἐδέοντο τῶν νέων μὴ περιιδεῖν αὐτοὺς ὑποχειρίους τοῖς πολεμίοις γινομένους·
すなわち、血気盛んな若者たちは武具を身にまとって身の危険を冒して戦い、年長者たちは準備に携わったり城壁を巡回したりしながら、敵の手中に落ちるのを見過ごさないよう若者たちに懇願した。
γυναῖκες δὲ καὶ παῖδες τάς τε τροφὰς καὶ βέλη τοῖς ὑπὲρ τῆς πατρίδος ἀγωνιζομένοις παρεκόμιζον, τὴν αἰδῶ καὶ τὴν ἐπὶ τῆς εἰρήνης αἰσχύνην παρʼ οὐδὲν ἡγούμεναι.
また、女性や子どもたちは祖国のために戦う者たちに食糧や投射物を運び、平時における慎みや恥じらいなどを何とも思わなかった。
§13.55.5τοσαύτη κατάπληξις καθειστήκει, ὥστε τὸ μέγεθος τῆς περιστάσεως δεῖσθαι καὶ τῆς παρὰ τῶν γυναικῶν βοηθείας.
このような動揺が支配していたため、この窮状の深刻さは女性たちの援助さえも必要とするほどであった。
ὁ δʼ Ἀννίβας ἐπαγγειλάμενος τοῖς στρατιώταις εἰς διαρπαγὴν δώσειν τὴν πόλιν, τάς τε μηχανὰς προσήρεισε καὶ τοῖς κρατίστοις στρατιώταις ἐκ διαδοχῆς προσέβαλλε τοῖς τείχεσιν.
一方、ハンニバルは兵士たちに都市を略奪に任せると約束し、攻城兵器を押し当てて、最精鋭の兵士たちに交代で城壁を攻撃させた。
§13.55.6ὁμοῦ δὲ αἵ τε σάλπιγγες τὸ πολεμικὸν ἐσήμαινον καὶ πρὸς ἓν παράγγελμα πᾶν ἐπηλάλαξε τὸ τῶν Καρχηδονίων στράτευμα, καὶ τῇ βίᾳ μὲν τῶν κριῶν ἐσαλεύετο τὰ τείχη, τῷ δʼ ὕψει τῶν πύργων οἱ μαχόμενοι πολλοὺς τῶν Σελινουντίων ἀνῄρουν·
同時に、突撃ラッパが戦闘の合図を鳴らし、一つの号令に合わせてカルタゴ軍全体が鬨の声を上げた。 そして、破城槌の衝撃によって城壁は揺れ動き、攻城塔の高さから戦う者たちは多くのセリヌス人を殺害した。
§13.55.7ἐν πολυχρονίῳ γὰρ εἰρήνῃ γεγονότες καὶ τῶν τειχῶν οὐδʼ ἡντινοῦν ἐπιμέλειαν πεποιημένοι ῥᾳδίως κατεπονοῦντο, τῶν ξυλίνων πύργων πολὺ τοῖς ὕψεσιν ὑπερεχόντων.
というのも、彼らは長い平和の中に身を置いており、城壁のメンテナンスをいささかも行っていなかったため、容易に圧倒されたからである。 木製の攻城塔が高さにおいて遥かに勝っていた。
πεσόντος δὲ τοῦ τείχους οἱ μὲν Καμπανοὶ σπεύδοντες ἐπιφανές τι πρᾶξαι, ταχέως εἰσέπεσον εἰς τὴν πόλιν.
城壁が崩れ落ちると、カンパニア人たちが何か目覚ましい手柄を立てようと焦って、素早く市内へと突入した。
§13.55.8τὸ μὲν οὖν πρῶτον κατεπλήξαντο τοὺς ὑποστάντας, ὀλίγους ὄντας·
彼らは最初、立ち向かってきた少数の者たちを圧倒した。
μετὰ δὲ ταῦτα πολλῶν συνδραμόντων ἐπὶ τὴν βοήθειαν ἐξεώσθησαν καὶ συχνοὺς ἑαυτῶν ἀπέβαλον·
しかし、その後、多くの人々が救援に駆けつけると、彼らは押し戻され、自分たちの側からも多くの犠牲者を出した。
οὔπω γὰρ τελέως ἀνακεκαθαρμένου τοῦ τείχους βιασάμενοι καὶ κατὰ τὴν ἔφοδον εἰς δυσχωρίας ἐμπίπτοντες ῥᾳδίως ἠλαττοῦντο.
城壁の残骸がまだ完全には取り除かれていないうちに無理に進み、突撃の際に足場の悪い場所に陥ったため、容易に敗退したのである。
νυκτὸς δʼ ἐπιγενομένης οἱ μὲν Καρχηδόνιοι τὴν πολιορκίαν ἔλυσαν.
夜が訪れると、カルタゴ人たちはその日の包囲攻撃を中止した。