Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §13.52.1-13.52.8

斯巴达使者恩迪乌斯向雅典提议和谈

第 231 段,共 723 段 · 希腊语

内容简介

雅典因库齐科斯之捷而狂欢并增派援军,而战败的斯巴达则派遣恩迪乌斯为使者前往求和。恩迪乌斯向雅典公民大会发表了演说,在阐明斯巴达战略优势的同时极力劝说双方休战。

§13.52.1ἀπενεχθείσης δὲ τῆς νίκης εἰς Ἀθήνας, ὁ μὲν δῆμος ἐκ τῶν προτέρων συμφορῶν ἀνελπίστους εὐτυχίας ὁρῶν τῇ πόλει προσγεγενημένας μετέωρος ἦν ἐπὶ τοῖς εὐημερήμασι, καὶ τοῖς μὲν θεοῖς πανδημεὶ θυσίας καὶ πανηγύρεις ἐποιήσατο, εἰς δὲ τὸν πόλεμον ἐπέλεξε χιλίους τῶν ὁπλιτῶν τοὺς κρατίστους, ἱππεῖς δʼ ἑκατόν, πρὸς δὲ τούτοις τριάκοντα τριήρεις ἀπέστειλε τοῖς περὶ τὸν Ἀλκιβιάδην, ὅπως τὰς περὶ Λακεδαιμονίους πόλεις ἀδεῶς πορθῶσι κρατοῦντες τῆς θαλάττης.
当胜利的消息传到雅典时,平民看到在先前的灾难之后,意想不到的好运降临到城邦,因这一成功而欢欣鼓舞,并举行了全体市民参与的祭祀和公共庆典以谢神明;为了战争,他们选拔了一千名最优秀的重装步兵和一百名骑兵,此外还向阿尔西比亚德斯一行派遣了三十艘三段式战船,以便他们掌握制海权,能够毫无畏惧地掠夺拉刻代蒙人周围的城市。
§13.52.2οἱ δὲ Λακεδαιμόνιοι ὡς ἤκουσαν τὴν περὶ Κύζικον αὐτοῖς γενομένην συμφοράν, πρέσβεις ἐξέπεμψαν εἰς Ἀθήνας ὑπὲρ εἰρήνης, ὧν ἦν ἀρχιπρεσβευτὴς Ἔνδιος.
拉刻代蒙人听说他们在库齐科斯遭遇的灾难后,便派使者前往雅典求和,其中首席使者是恩迪乌斯。
ἐξουσίας δʼ αὐτῷ δοθείσης παρελθὼν συντόμως καὶ λακωνικῶς διελέχθη· διόπερ ἔκρινα μὴ παραλιπεῖν τοὺς ῥηθέντας λόγους.
当他被授予发言权后,便走上前来,简短且以拉科尼亚式的方式发表了演说;因此,我决定不将这些发表的言论遗漏。
§13.52.3βουλόμεθα πρὸς ὑμᾶς ἄγειν εἰρήνην, ἄνδρες Ἀθηναῖοι, καὶ τὰς μὲν πόλεις ἔχειν ἃς ἑκάτεροι κρατοῦμεν, τὰ δὲ φρούρια τὰ παρʼ ἀλλήλοις καταλῦσαι, τῶν δʼ αἰχμαλώτων λυτροῦντες ἀνθʼ ἑνὸς Ἀθηναίου λαβεῖν ἕνα Λάκωνα.
“雅典人啊,我们希望与你们实现和平,让双方各自保留目前占领的城市,拆除彼此境内的堡垒,并赎回俘虏,用一名拉科尼亚人换回一名雅典人。
οὐ γὰρ ἀγνοοῦμεν τὸν πόλεμον ἀμφοτέροις μὲν βλαβερόν, πολὺ δὲ μᾶλλον ὑμῖν.
因为我们并非不知道战争对双方都有害,但对你们而言危害要大得多。
§13.52.4παραπέμψαντες δὲ τὸν ἐμὸν λόγον ἐκ τῶν πραγμάτων μάθετε.
且把我的话放在一边,从事实中去了解吧。
ἡμεῖς μὲν ἅπασαν τὴν Πελοπόννησον γεωργοῦμεν, ὑμεῖς δὲ βραχὺ μέρος τῆς Ἀττικῆς· καὶ Λάκωσι μὲν ὁ πόλεμος πολλοὺς συνέθηκε συμμάχους, Ἀθηναίων δὲ τοσούτους ἀφείλατο ὅσους τοῖς πολεμίοις ἔδωκε· καὶ ἡμῖν μὲν ὁ πλουσιώτατος τῶν κατὰ τὴν οἰκουμένην βασιλέων χορηγός ἐστι τοῦ πολέμου, ὑμῖν δὲ οἱ πενιχρότατοι τῶν κατὰ τὴν οἰκουμένην·
我们耕作着整个伯罗奔尼撒,而你们只耕作着阿提卡的一小部分;战争为拉科尼亚人增加了许多盟友,却夺去了雅典人的盟友,其数量等同于它送给敌人的数量;对我们而言,普天下最富有的君王是战争的赞助者,而对你们而言,则是普天下最贫穷的人在承担。
§13.52.5διόπερ οἱ μὲν ἡμέτεροι κατὰ τὸ μέγεθος τῶν μισθῶν προθύμως στρατεύονται, οἱ δὲ ὑμέτεροι, τὰς εἰσφορὰς ἀπὸ τῶν ἰδίων διδόντες οὐσιῶν, ἅμα καὶ τὰς κακοπαθείας φεύγουσι καὶ τὰς δαπάνας.
因此,我们的士兵因薪金丰厚而积极服役,而你们的士兵则要从自己的私产中缴纳特别税,从而既想逃避艰苦,又想逃避开支。
§13.52.6ἔπειθʼ ἡμεῖς μὲν κατὰ θάλατταν πολεμοῦντες σκάφεσι πολιτικοῖς μόνον κινδυνεύομεν, ὑμεῖς δὲ πολίτας ἔχετε τοὺς πλείστους ἐν ταῖς ναυσίν.
此外,我们在海上作战时,仅仅是以城邦的船只冒险,而你们则将绝大多数公民置于船上。
τὸ δὲ μέγιστον, ἡμεῖς μὲν κἂν κρατηθῶμεν ἐν τοῖς κατὰ θάλατταν πράγμασι, τήν γε κατὰ γῆν ἡγεμονίαν ὁμολογουμένως ἔχομεν· οὐδὲ γὰρ οἶδε τὸ φυγεῖν πεζὸς Σπαρτιάτης·
最重要的是,即使我们在海战中落败,我们依然拥有无可争议的陆地霸权;因为斯巴达步兵不知何为逃跑。
ὑμεῖς δὲ τῆς θαλάττης ἐκβληθέντες οὐχ ὑπὲρ ἡγεμονίας πεζῆς, ἀλλʼ ὑπὲρ ἀναστάσεως ἀγωνιᾶτε.
而你们一旦被逐出海洋,将不是为了陆地霸权而战,而是为了免遭毁灭而苦苦挣扎。
§13.52.7καταλείπεταί μοι διδάξαι, πῶς τοσαῦτα καὶ τηλικαῦτα πλεονεκτοῦντες ἐν τῷ πολεμεῖν εἰρήνην ἄγειν παρακαλοῦμεν.
我还需要说明的是,既然我们在战争中占有如此之多且如此之大的优势,为何还邀请你们休战。
ἐγὼ δʼ ὠφελεῖσθαι μὲν ἐκ τοῦ πολεμεῖν οὔ φημι τὴν Σπάρτην, βλάπτεσθαι μέντοι γε ἔλαττον τῶν Ἀθηναίων.
我并不是说斯巴达在战争中获利,而是说她受到的损害比雅典人要少。
ἀποπλήκτων δὲ εὐδοκεῖν συνατυχοῦντας τοῖς πολεμίοις, παρὸν μηδʼ ὅλως ἀτυχίας λαβεῖν πεῖραν· οὐ τοσαύτην γὰρ ἡ τῶν πολεμίων ἀπώλεια φέρει χαράν, ἡλίκην ἔχει λύπην ἡ τῶν ἰδίων ταλαιπωρία.
在完全可以不遭受不幸的情况下,甘愿与敌人一同承受不幸,这是愚蠢之人的行径;因为毁灭敌人所带来的快乐,远远抵不上己方遭受苦难带来的悲伤。
§13.52.8οὐ μόνον δὲ τούτων ἕνεκα διαλυθῆναι σπεύδομεν,ἀλλὰ καὶ τὸ πάτριον ἔθος τηροῦντες· θεωροῦντες γὰρ τὰς ἐν τῷ πολέμῳ φιλονεικίας πολλὰ καὶ δεινὰ πάθη ποιούσας, οἰόμεθα δεῖν φανερὸν ποιῆσαι πᾶσι καὶ θεοῖς καὶ ἀνθρώποις, ὅτι τούτων ἥκιστα πάντων ἐσμὲν αἴτιοι.
我们渴望达成和解,不仅是因为这些原因,也是为了坚守我们祖传的传统;因为看到战争中的竞争造成了许多可怕的痛苦,我们认为应当向所有神明和人类表明,我们对这些灾难最不负有责任。 ”

词汇与语法注释

  1. 13.52.1ἀνελπίστους εὐτυχίας ... προσγεγενημένας — 作为现在分词 ὁρῶν(看到)的补足语的宾格分词,起到了间接陈述的作用:“看到意想不到的好运降临到城邦”。
  2. 13.52.3τῶν δʼ αἰχμαλώτων — 部分属格,或置于句首起强调作用的关联属格(“关于俘虏”),与分词 λυτροῦντες(赎回)和不定式 λαβεῖν(接受)所表达的动作相关联。
  3. 13.52.6σκάφεσι πολιτικοῖς — 与后句的 πολίτας(公民)相对比,此处的“城邦的船只”或“盟邦的船只”(没有斯巴达公民在船上)指代只让船只(或盟友的财产)面临风险,而不会直接危及斯巴达公民自身的生命。
  4. 13.52.7ἀποπλήκτων — 性质属格(或表示“是……的特征”的属格),修饰名词化的形容词“失去理智之人(愚人)”。不定式 εὐδοκεῖν(满足)是该句的主语。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §13.52.1-13.52.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.52.1-13.52.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。