Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §13.52.1-13.52.8

スパルタ使節エンディオスの和平提案演説

231 / 723 箇所 · ギリシア語

要旨

キュジコスでの勝利の知らせによりアテナイが喜びに沸き立ち増援を送る一方、敗北したスパルタは和平交渉のためにエンディオスを使節として派遣する。エンディオスはアテナイの民衆に対し、スパルタ側の優位性を説きつつも和平を提唱する演説を行う。

§13.52.1ἀπενεχθείσης δὲ τῆς νίκης εἰς Ἀθήνας, ὁ μὲν δῆμος ἐκ τῶν προτέρων συμφορῶν ἀνελπίστους εὐτυχίας ὁρῶν τῇ πόλει προσγεγενημένας μετέωρος ἦν ἐπὶ τοῖς εὐημερήμασι, καὶ τοῖς μὲν θεοῖς πανδημεὶ θυσίας καὶ πανηγύρεις ἐποιήσατο, εἰς δὲ τὸν πόλεμον ἐπέλεξε χιλίους τῶν ὁπλιτῶν τοὺς κρατίστους, ἱππεῖς δʼ ἑκατόν, πρὸς δὲ τούτοις τριάκοντα τριήρεις ἀπέστειλε τοῖς περὶ τὸν Ἀλκιβιάδην, ὅπως τὰς περὶ Λακεδαιμονίους πόλεις ἀδεῶς πορθῶσι κρατοῦντες τῆς θαλάττης.
勝利の知らせがアテナイに持ち帰られると、民衆は、以前の災難からすれば思いもよらない幸運が都市に付け加わったのを見て、この成功に大いに沸き立ち、全市民を挙げて神々に犠牲を捧げ祝祭を執り行った。 そして戦争のために、最も優れた重装歩兵千名と騎兵百名を選抜し、これらに加えて三段櫂船三十隻をアルキビアデスの一行のもとに派遣した。 それは、彼らが海を支配して、ラケダイモン側の都市を恐れることなく略奪できるようにするためであった。
§13.52.2οἱ δὲ Λακεδαιμόνιοι ὡς ἤκουσαν τὴν περὶ Κύζικον αὐτοῖς γενομένην συμφοράν, πρέσβεις ἐξέπεμψαν εἰς Ἀθήνας ὑπὲρ εἰρήνης, ὧν ἦν ἀρχιπρεσβευτὴς Ἔνδιος.
スパルタ人たちはキュジコス近郊で自分たちに起こった災難を聞くと、和平のためにアテナイへ使節を派遣したが、その使節団の長はエンディオスであった。
ἐξουσίας δʼ αὐτῷ δοθείσης παρελθὼν συντόμως καὶ λακωνικῶς διελέχθη·
彼に発言の権限が与えられると、前に進み出て、簡潔かつラコニア風に演説した。
διόπερ ἔκρινα μὴ παραλιπεῖν τοὺς ῥηθέντας λόγους.
それゆえ私は、その語られた言葉を書き残さずに省略することはしないと判断した。
§13.52.3βουλόμεθα πρὸς ὑμᾶς ἄγειν εἰρήνην, ἄνδρες Ἀθηναῖοι, καὶ τὰς μὲν πόλεις ἔχειν ἃς ἑκάτεροι κρατοῦμεν, τὰ δὲ φρούρια τὰ παρʼ ἀλλήλοις καταλῦσαι, τῶν δʼ αἰχμαλώτων λυτροῦντες ἀνθʼ ἑνὸς Ἀθηναίου λαβεῖν ἕνα Λάκωνα.
「アテナイの皆さん、私たちはあなた方と和平を結び、双方が現在支配している都市をそれぞれが保有し、互いの地にある砦を撤去し、捕虜については身代金を払って、アテナイ人一人に対してスパルタ人一人を受け取ることを望んでいます。
οὐ γὰρ ἀγνοοῦμεν τὸν πόλεμον ἀμφοτέροις μὲν βλαβερόν, πολὺ δὲ μᾶλλον ὑμῖν.
というのも、私たちはこの戦争が双方にとって有害であり、とりわけあなた方にとって有害であることを知らないわけではないからです。
§13.52.4παραπέμψαντες δὲ τὸν ἐμὸν λόγον ἐκ τῶν πραγμάτων μάθετε.
私の言葉は脇に置いて、客観的事実から学びなさい。
ἡμεῖς μὲν ἅπασαν τὴν Πελοπόννησον γεωργοῦμεν, ὑμεῖς δὲ βραχὺ μέρος τῆς Ἀττικῆς·
我々はペロポネソス全土を耕作していますが、あなた方はアッティカのほんのわずかな部分しか耕作していません。
καὶ Λάκωσι μὲν ὁ πόλεμος πολλοὺς συνέθηκε συμμάχους, Ἀθηναίων δὲ τοσούτους ἀφείλατο ὅσους τοῖς πολεμίοις ἔδωκε·
また、戦争はスパルタ人に多くの同盟国をもたらしましたが、アテナイ人からは、敵に与えたのと同数の同盟国を奪い取りました。
καὶ ἡμῖν μὲν ὁ πλουσιώτατος τῶν κατὰ τὴν οἰκουμένην βασιλέων χορηγός ἐστι τοῦ πολέμου, ὑμῖν δὲ οἱ πενιχρότατοι τῶν κατὰ τὴν οἰκουμένην·
さらに我々にとっては、世界で最も富める王が戦争の資金提供者ですが、あなた方にとっては世界で最も貧しい者たちがそれです。
§13.52.5διόπερ οἱ μὲν ἡμέτεροι κατὰ τὸ μέγεθος τῶν μισθῶν προθύμως στρατεύονται, οἱ δὲ ὑμέτεροι, τὰς εἰσφορὰς ἀπὸ τῶν ἰδίων διδόντες οὐσιῶν, ἅμα καὶ τὰς κακοπαθείας φεύγουσι καὶ τὰς δαπάνας.
それゆえ、我々の側の兵士は高額な給与のゆえに熱心に軍務につきますが、あなた方の側の兵士は、自らの財産から臨時税を支払いながら、苦難と出費の双方を同時に避けようとするのです。
§13.52.6ἔπειθʼ ἡμεῖς μὲν κατὰ θάλατταν πολεμοῦντες σκάφεσι πολιτικοῖς μόνον κινδυνεύομεν, ὑμεῖς δὲ πολίτας ἔχετε τοὺς πλείστους ἐν ταῖς ναυσίν.
さらに、我々は海で戦う場合でも、単に都市の船を危険にさらすだけですが、あなた方は市民の大部分を船に乗せています。
τὸ δὲ μέγιστον, ἡμεῖς μὲν κἂν κρατηθῶμεν ἐν τοῖς κατὰ θάλατταν πράγμασι, τήν γε κατὰ γῆν ἡγεμονίαν ὁμολογουμένως ἔχομεν·
そして最大の点として、我々はたとえ海上戦で敗北することがあっても、陸上の覇権は誰もが認めるところとして保持しています。
οὐδὲ γὰρ οἶδε τὸ φυγεῖν πεζὸς Σπαρτιάτης·
なぜなら、スパルタの歩兵は逃亡することを知らないからです。
ὑμεῖς δὲ τῆς θαλάττης ἐκβληθέντες οὐχ ὑπὲρ ἡγεμονίας πεζῆς, ἀλλʼ ὑπὲρ ἀναστάσεως ἀγωνιᾶτε.
しかしあなた方は、海から放逐されれば、陸上の覇権をめぐってではなく、国家の滅亡を避けるために闘うことになるのです。
§13.52.7καταλείπεταί μοι διδάξαι, πῶς τοσαῦτα καὶ τηλικαῦτα πλεονεκτοῦντες ἐν τῷ πολεμεῖν εἰρήνην ἄγειν παρακαλοῦμεν.
私には、これほど多くの、かつこれほど大きな利点を戦争において持ちながら、なぜ我々が和平を結ぶよう勧めているのかを説明することが残されています。
ἐγὼ δʼ ὠφελεῖσθαι μὲν ἐκ τοῦ πολεμεῖν οὔ φημι τὴν Σπάρτην, βλάπτεσθαι μέντοι γε ἔλαττον τῶν Ἀθηναίων.
私は、スパルタが戦争から利益を得ているとは言いませんが、アテナイ人よりは被害が少ないと言っているのです。
ἀποπλήκτων δὲ εὐδοκεῖν συνατυχοῦντας τοῖς πολεμίοις, παρὸν μηδʼ ὅλως ἀτυχίας λαβεῖν πεῖραν·
全く不運を経験せずに済む可能性があるのに、敵とともに不幸を被ることに甘んじるのは、正気を失った者のすることです。
οὐ τοσαύτην γὰρ ἡ τῶν πολεμίων ἀπώλεια φέρει χαράν, ἡλίκην ἔχει λύπην ἡ τῶν ἰδίων ταλαιπωρία.
敵の滅亡がもたらす喜びは、味方の苦難がもたらす悲しみほど大きくはないからです。
§13.52.8οὐ μόνον δὲ τούτων ἕνεκα διαλυθῆναι σπεύδομεν,ἀλλὰ καὶ τὸ πάτριον ἔθος τηροῦντες·
我々が和解を急ぐのは、これらの理由からだけではなく、先祖伝来の習慣を守るためでもあります。
θεωροῦντες γὰρ τὰς ἐν τῷ πολέμῳ φιλονεικίας πολλὰ καὶ δεινὰ πάθη ποιούσας, οἰόμεθα δεῖν φανερὸν ποιῆσαι πᾶσι καὶ θεοῖς καὶ ἀνθρώποις, ὅτι τούτων ἥκιστα πάντων ἐσμὲν αἴτιοι.
戦争における対抗心が多くの恐ろしい悲劇を引き起こすのを見て、我々は神々と人間のすべてに対して、自分たちがこれらの事態に最も責任がないことを明らかにすべきだと考えているからです」

語釈・文法注

  1. 13.52.1ἀνελπίστους εὐτυχίας ... προσγεγενημένας — 現在分詞 ὁρῶν(〜を見て)の補語として機能する対格分詞。単なる形容詞的な修飾ではなく、間接話法的に「幸運が都市に付け加わったことを見る」という意味を表す。
  2. 13.52.3τῶν δʼ αἰχμαλώτων — 部分属格、あるいは文頭の提示的属格(〜に関しては)。直後の分詞 λυτροῦντες(身代金を払って解放する)や、不定詞 λαβεῖν(受け取る)の目的語に関わる。
  3. 13.52.6σκάφεσι πολιτικοῖς — 対比される後文の πολίτας(市民)に対して、「国家の船」「(スパルタ市民自身が乗り組まない)同盟都市の船」を指す。スパルタが同盟国の船(船体のみ)を危険にさらすだけで、市民の生命を失うリスクが低いことを意味する。
  4. 13.52.7ἀποπλήκτων — 性質の属格(あるいは「〜の特徴である」を示す属格)であり、名詞的に用いられた形容詞「正気を失った者たち(愚か者たち)」にかかる。不定詞 εὐδοκεῖν(満足すること)がこの文の主語。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §13.52.1-13.52.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.52.1-13.52.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。