Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §13.53.1-13.53.4

克勒奥丰煽动民众拒绝和平提议

第 232 段,共 723 段 · 希腊语

内容简介

面对斯巴达的和平提议,尽管雅典的温和派表示赞同,但在群众领袖克勒奥丰的煽动下,民众拒绝了提议并决定继续战争。

§13.53.1τοιαῦτα δὲ καὶ τούτοις παραπλήσια τοῦ Λάκωνος διαλεχθέντος, οἱ μὲν ἐπιεικέστατοι τῶν Ἀθηναίων ἔρρεπον ταῖς γνώμαις πρὸς τὴν εἰρήνην, οἱ δὲ πολεμοποιεῖν εἰωθότες καὶ τὰς δημοσίας ταραχὰς ἰδίας ποιούμενοι προσόδους ᾑροῦντο τὸν πόλεμον.
当这位拉科尼亚人发表了这样及类似的演说后,雅典人中最温和的人在意见上倾向于和平,但那些习惯于煽动战争并将城邦的混乱转变为个人收入的人则选择战争。
§13.53.2συνεπελάβετο δὲ τῆς γνώμης ταύτης καὶ Κλεοφῶν, μέγιστος ὢν τότε δημαγωγός.
当时最具影响力的群众领袖克勒奥丰也支持这一意见。
ὃς παρελθὼν καὶ πολλὰ πρὸς τὴν ὑπόθεσιν οἰκείως διαλεχθεὶς ἐμετεώρισε τὸν δῆμον, τὸ μέγεθος τῶν εὐημερημάτων προφερόμενος, ὥσπερ τῆς τύχης οὐκ ἐναλλὰξ εἰθισμένης βραβεύειν τὰ κατὰ πόλεμον προτερήματα.
他走上前来,针对这一议题发表了许多迎合局势的演说,煽动起民众的情绪,极力夸大他们所取得的成功,仿佛命运并不习惯于交替裁决战争中的优势似的。
§13.53.3Ἀθηναῖοι μὲν οὖν κακῶς βουλευσάμενοι μετενόησαν ὅτε οὐδὲν ὄφελος, καὶ λόγοις πρὸς ἀρέσκειαν εἰρημένοις ἐξαπατηθέντες οὕτως ἔπταισαν τοῖς ὅλοις, ὥστε μηκέτι δύνασθαι πώποτε αὑτοὺς γνησίως ἀναλαβεῖν.
因此,雅典人在做出了错误的决定后,在无济于事时才感到后悔,并且他们被那些迎合其喜好的言论所欺骗,在整体局势上遭受了如此彻底的挫折,以至于此后无法再真正恢复元气。
§13.53.4ἀλλὰ ταῦτα μὲν ὕστερον πραχθέντα τεύξεται λόγου κατὰ τοὺς ἰδίους χρόνους· τότε δὲ οἱ Ἀθηναῖοι τοῖς τε εὐημερήμασιν ἐπαρθέντες καὶ πολλὰς καὶ μεγάλας ἐλπίδας ἔχοντες ἐν τῷ τὸν Ἀλκιβιάδην ἀφηγεῖσθαι τῶν ἰδίων δυνάμεων, ταχέως ᾤοντο τὴν ἡγεμονίαν ἀνακτήσασθαι.
不过,这些后来发生的事情,将在各自适当的时期予以记述;但在当时,雅典人因最近的成功而忘乎所以,并且对阿尔西比亚德斯率领他们自己的军队抱有巨大而多重的期望,认为他们很快就能夺回霸权。

词汇与语法注释

  1. 13.53.2ὥσπερ τῆς τύχης οὐκ ἐναλλὰξ εἰθισμένης — 连词 ὥσπερ 与独立属格(τῆς τύχης... εἰθισμένης)连用,表示主观的假设或比喻,意为“仿佛……似的”。εἰθισμένης 是 ἐθίζω 的充当前置形容词词性的完成时被动分词(属格、阴性、单数),在此处具有主动或不及物的意义,表示“习惯于”。
  2. 13.53.3τοῖς ὅλοις — 中性复数名词化的 τὰ ὅλα(全体、大局、国家之整体命运)的关联或关系与格。与不及物动词 ἔπταισαν(绊倒、失败)结合,表示“在整体大局上遭受失败”,即“遭受了决定性的毁灭”。
  3. 13.53.4ἐν τῷ τὸν Ἀλκιβιάδην ἀφηγεῖσθαι — 介词 ἐν 后面接中性单数与格的冠词性不定式 τῷ ἀφηγεῖσθαι(在率领中)的结构。宾格 τὸν Ἀλκιβιάδην(阿尔西比亚德斯)作为该不定式的逻辑主语,而属格 τῶν ἰδίων δυνάμεων(自己的军队)则受动词 ἀφηγεῖσθαι(率领)支配。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §13.53.1-13.53.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.53.1-13.53.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。