§13.51.1τῶν δὲ Ἀθηναίων περὶ ταῦτα γινομένων Μίνδαρος ὁ τῶν Λακεδαιμονίων ἀφηγούμενος αὐτὸς μὲν πρὸς Ἀλκιβιάδην ὑπὲρ τῶν ἀφελκομένων νεῶν διηγωνίζετο, Κλέαρχον δὲ τὸν Σπαρτιάτην μετὰ μέρους τῶν Πελοποννησίων ἀπέστειλε πρὸς τοὺς περὶ Θρασύβουλον· συναπέστειλε δʼ αὐτῷ καὶ τοὺς παρὰ Φαρναβάζῳ στρατευομένους μισθοφόρους.
当雅典人正忙于这些事务时,拉刻代蒙人的指挥官明达鲁斯自己则与阿尔西比亚德斯就那些正被拖走的船只展开激烈争夺,同时他派遣斯巴达人克利阿科斯率领一部分伯罗奔尼撒人前去迎击色雷西布洛斯的人马;他还一同派遣了在法尔纳巴佐斯麾下服役的雇佣兵。
§13.51.2ὁ δὲ Θρασύβουλος μετὰ τῶν ἐπιβατῶν καὶ τῶν τοξοτῶν τὸ μὲν πρῶτον εὐρώστως ὑπέστη τοὺς πολεμίους, καὶ πολλοὺς μὲν ἀνεῖλεν, οὐκ ὀλίγους δὲ καὶ τῶν ἰδίων ἑώρα πίπτοντας· τῶν δὲ μετὰ τοῦ Φαρναβάζου μισθοφόρων κυκλούντων τοὺς Ἀθηναίους καὶ τῷ πλήθει πανταχόθεν περιχεομένων, ἐπεφάνη Θηραμένης τούς τε ἰδίους καὶ τοὺς μετὰ Χαιρέου ἄγων πεζούς.
色雷西布洛斯与海兵和弓箭手们最初顽强地抵抗敌人,杀死了许多敌军,但也看到己方有不少人倒下;就在法尔纳巴佐斯麾下的雇佣兵包围雅典人并凭其人数优势从四面八方涌来时,塞拉门尼斯率领他自己的士兵和凯里亚斯麾下的步兵出现了。
§13.51.3οἱ δὲ μετὰ τοῦ Θρασυβούλου καταπεπονημένοι καὶ τὰς τῆς σωτηρίας ἐλπίδας ἀπεγνωκότες πάλιν ἐξαίφνης ταῖς ψυχαῖς διηγείροντο τηλικαύτης βοηθείας παραγεγενημένης.
与色雷西布洛斯在一起的人本已疲惫不堪,并对生还绝望,但由于如此庞大的援军到来,他们突然再次振奋起精神。
§13.51.4ἐπὶ πολὺν δὲ χρόνον καρτερᾶς μάχης γενομένης, τὸ μὲν πρῶτον οἱ τοῦ Φαρναβάζου μισθοφόροι φεύγειν ἤρξαντο, καὶ τὸ συνεχὲς ἀεὶ τῆς τάξεως παρερρήγνυτο· τέλος δὲ οἱ Πελοποννήσιοι μετὰ Κλεάρχου καταλειφθέντες καὶ πολλὰ δράσαντες καὶ παθόντες ἐξεώσθησαν.
激烈的战斗持续了很久,起初法尔纳巴佐斯的雇佣兵开始逃跑,他们的阵线接连崩溃;最后,与克利阿科斯一同被留下的伯罗奔尼撒人在给予敌人重创同时也遭受惨重伤亡后,终于被击退。
§13.51.5τούτων δὲ καταπεπονημένων οἱ περὶ τὸν Θηραμένην ὥρμησαν τοῖς μετʼ Ἀλκιβιάδου κινδυνεύσασι βοηθῆσαι.
在这些人被击败后,塞拉门尼斯和他的部下急忙前去援助陷入危险的阿尔西比亚德斯一行。
συνδραμουσῶν δὲ τῶν δυνάμεων εἰς ἕνα τόπον, ὁ μὲν Μίνδαρος οὐ κατεπλάγη τὴν ἔφοδον τῶν περὶ Θηραμένην, ἀλλὰ διελόμενος τοὺς Πελοποννησίους τοῖς μὲν ἡμίσεσιν ἀπήντα τοῖς ἐπιοῦσι, τοὺς δʼ ἡμίσεις αὐτὸς ἔχων, καὶ δεόμενος ἑκάστου μὴ καταισχῦναι τὸ τῆς Σπάρτης ἀξίωμα, καὶ ταῦτα πεζομαχοῦντας, ἀντετάχθησαν τοῖς περὶ τὸν Ἀλκιβιάδην.
当各支军队聚集在同一地点时,明达鲁斯并未因塞拉门尼斯一行的冲击而惊慌,而是将伯罗奔尼撒人一分为二,用其中一半迎击来犯之敌,而他自己则率领另一半,恳求每个人不要玷污斯巴达的尊严,尤其是在他们正在进行陆战的情况下,与阿尔西比亚德斯的人马分庭抗礼。
§13.51.6περὶ δὲ τῶν νεῶν ἡρωικὴν συστησάμενος μάχην, καὶ πρὸ πάντων αὐτὸς κινδυνεύων, πολλοὺς μὲν ἀνεῖλε τῶν ἀντιτεταγμένων, τὸ δὲ τελευταῖον ἀξίως τῆς πατρίδος ἀγωνισάμενος ὑπὸ τῶν περὶ τὸν Ἀλκιβιάδην ἀνῃρέθη.
他围着船只展开了英雄般的战斗,并且自己首当其冲地冒着危险,杀死了许多与他对峙的敌人,但最终在进行了无愧于祖国的战斗后,被阿尔西比亚德斯的人马所杀。
τούτου δὲ πεπτωκότος οἵ τε Πελοποννήσιοι καὶ πάντες οἱ σύμμαχοι συνέδραμον καὶ καταπλαγέντες εἰς φυγὴν ὥρμησαν.
他一倒下,伯罗奔尼撒人和所有的盟友便聚拢在一起,并在极度恐慌中开始逃跑。
§13.51.7οἱ δʼ Ἀθηναῖοι μέχρι μέν τινος ἐπεδίωξαν τοὺς πολεμίους, πυνθανόμενοι δὲ τὸν Φαρνάβαζον μετὰ πολλῆς ἵππου κατὰ σπουδὴν ἐπειγόμενον, ἀνέκαμψαν ἐπὶ τὰς ναῦς, καὶ τὴν μὲν πόλιν παρέλαβον, δύο δὲ τρόπαια κατέστησαν ἀφʼ ἑκατέρας νίκης, τὸ μὲν τῆς ναυμαχίας ἐν τῇ νήσῳ τῇ Πολυδώρου καλουμένῃ, τὸ δὲ τῆς πεζομαχίας οὗ τὴν τροπὴν ἐποιήσαντο τὴν πρώτην.
雅典人追击了敌人一段距离,但当他们获悉法尔纳巴佐斯正率领大批骑兵急速赶来时,便退回到船上,并占领了城市。 他们为每一次胜利各树立了一座凯旋碑,一座是为海战而建在被称为“波吕多罗斯”的岛上,另一座则是为陆战而建在他们最初击退敌人的地方。
§13.51.8οἱ μὲν οὖν ἐν τῇ πόλει Πελοποννήσιοι καὶ πάντες οἱ διαφυγόντες ἐκ τῆς μάχης ἔφυγον ἐπὶ τὸ τοῦ Φαρναβάζου στρατόπεδον· οἱ δὲ τῶν Ἀθηναίων στρατηγοὶ τῶν τε νεῶν ἁπασῶν ἐγκρατεῖς ἐγενήθησαν καὶ πολλοὺς μὲν αἰχμαλώτους, ἀναρίθμητον δὲ πλῆθος λαφύρων ἤθροισαν, ὡς ἂν δύο δυνάμεις ἅμα τηλικαύτας νενικηκότες.
于是,城中的伯罗奔尼撒人以及所有从战斗中逃脱的人都逃往了法尔纳巴佐斯的营地;而雅典的将军们则夺取了所有的船只,并收集了许多俘虏和无数的战利品,因为他们同时战胜了如此庞大的两支军队。