§13.52.1ἀπενεχθείσης δὲ τῆς νίκης εἰς Ἀθήνας, ὁ μὲν δῆμος ἐκ τῶν προτέρων συμφορῶν ἀνελπίστους εὐτυχίας ὁρῶν τῇ πόλει προσγεγενημένας μετέωρος ἦν ἐπὶ τοῖς εὐημερήμασι, καὶ τοῖς μὲν θεοῖς πανδημεὶ θυσίας καὶ πανηγύρεις ἐποιήσατο, εἰς δὲ τὸν πόλεμον ἐπέλεξε χιλίους τῶν ὁπλιτῶν τοὺς κρατίστους, ἱππεῖς δʼ ἑκατόν, πρὸς δὲ τούτοις τριάκοντα τριήρεις ἀπέστειλε τοῖς περὶ τὸν Ἀλκιβιάδην, ὅπως τὰς περὶ Λακεδαιμονίους πόλεις ἀδεῶς πορθῶσι κρατοῦντες τῆς θαλάττης.
When the news of the victory was brought to Athens, the people, seeing that unexpected good fortune had been added to the city after their former disasters, were elated at their success, and they offered sacrifices and held public festivals to the gods with the whole populace participating; and for the war they selected one thousand of the best hoplites and one hundred cavalry, and in addition to these they dispatched thirty triremes to Alcibiades and his men, in order that, being masters of the sea, they might plunder the cities allied with the Lacedaemonians without fear.
§13.52.2οἱ δὲ Λακεδαιμόνιοι ὡς ἤκουσαν τὴν περὶ Κύζικον αὐτοῖς γενομένην συμφοράν, πρέσβεις ἐξέπεμψαν εἰς Ἀθήνας ὑπὲρ εἰρήνης, ὧν ἦν ἀρχιπρεσβευτὴς Ἔνδιος.
When the Lacedaemonians heard of the disaster that had befallen them at Cyzicus, they sent ambassadors to Athens for peace, of whom Endius was the chief ambassador.
ἐξουσίας δʼ αὐτῷ δοθείσης παρελθὼν συντόμως καὶ λακωνικῶς διελέχθη· διόπερ ἔκρινα μὴ παραλιπεῖν τοὺς ῥηθέντας λόγους.
When permission to speak was granted to him, he came forward and spoke briefly and in the Laconian manner; for which reason I decided not to omit the words that were spoken.
§13.52.3βουλόμεθα πρὸς ὑμᾶς ἄγειν εἰρήνην, ἄνδρες Ἀθηναῖοι, καὶ τὰς μὲν πόλεις ἔχειν ἃς ἑκάτεροι κρατοῦμεν, τὰ δὲ φρούρια τὰ παρʼ ἀλλήλοις καταλῦσαι, τῶν δʼ αἰχμαλώτων λυτροῦντες ἀνθʼ ἑνὸς Ἀθηναίου λαβεῖν ἕνα Λάκωνα.
"We wish to make peace with you, men of Athens, and for each of us to keep the cities which we currently control, to demolish the forts in each other's territory, and regarding the prisoners, to ransom them, receiving one Laconian in exchange for one Athenian.
οὐ γὰρ ἀγνοοῦμεν τὸν πόλεμον ἀμφοτέροις μὲν βλαβερόν, πολὺ δὲ μᾶλλον ὑμῖν.
For we are not ignorant that the war is harmful to both of us, but much more so to you.
§13.52.4παραπέμψαντες δὲ τὸν ἐμὸν λόγον ἐκ τῶν πραγμάτων μάθετε.
Disregard my words and learn from the facts.
ἡμεῖς μὲν ἅπασαν τὴν Πελοπόννησον γεωργοῦμεν, ὑμεῖς δὲ βραχὺ μέρος τῆς Ἀττικῆς· καὶ Λάκωσι μὲν ὁ πόλεμος πολλοὺς συνέθηκε συμμάχους, Ἀθηναίων δὲ τοσούτους ἀφείλατο ὅσους τοῖς πολεμίοις ἔδωκε· καὶ ἡμῖν μὲν ὁ πλουσιώτατος τῶν κατὰ τὴν οἰκουμένην βασιλέων χορηγός ἐστι τοῦ πολέμου, ὑμῖν δὲ οἱ πενιχρότατοι τῶν κατὰ τὴν οἰκουμένην·
We cultivate the entire Peloponnese, while you cultivate only a small part of Attica; and while the war has brought many allies to the Laconians, it has taken away from the Athenians as many as it has given to their enemies; and for us, the richest king in the inhabited world is the sponsor of our war, while for you, the poorest people in the inhabited world are your sponsors.
§13.52.5διόπερ οἱ μὲν ἡμέτεροι κατὰ τὸ μέγεθος τῶν μισθῶν προθύμως στρατεύονται, οἱ δὲ ὑμέτεροι, τὰς εἰσφορὰς ἀπὸ τῶν ἰδίων διδόντες οὐσιῶν, ἅμα καὶ τὰς κακοπαθείας φεύγουσι καὶ τὰς δαπάνας.
For this reason, our men serve eagerly because of the largeness of their pay, while your men, paying the property taxes from their private fortunes, try to avoid at the same time both hardships and expenses.
§13.52.6ἔπειθʼ ἡμεῖς μὲν κατὰ θάλατταν πολεμοῦντες σκάφεσι πολιτικοῖς μόνον κινδυνεύομεν, ὑμεῖς δὲ πολίτας ἔχετε τοὺς πλείστους ἐν ταῖς ναυσίν.
Furthermore, when we fight at sea, we risk only state vessels, whereas you have the majority of your citizens in your ships.
τὸ δὲ μέγιστον, ἡμεῖς μὲν κἂν κρατηθῶμεν ἐν τοῖς κατὰ θάλατταν πράγμασι, τήν γε κατὰ γῆν ἡγεμονίαν ὁμολογουμένως ἔχομεν· οὐδὲ γὰρ οἶδε τὸ φυγεῖν πεζὸς Σπαρτιάτης· ὑμεῖς δὲ τῆς θαλάττης ἐκβληθέντες οὐχ ὑπὲρ ἡγεμονίας πεζῆς, ἀλλʼ ὑπὲρ ἀναστάσεως ἀγωνιᾶτε.
And what is most important, even if we are defeated in naval affairs, we still hold the undisputed hegemony on land; for a Spartan foot-soldier does not know how to flee; but you, if you are driven from the sea, will contend not for hegemony on land, but for your very survival.
§13.52.7καταλείπεταί μοι διδάξαι, πῶς τοσαῦτα καὶ τηλικαῦτα πλεονεκτοῦντες ἐν τῷ πολεμεῖν εἰρήνην ἄγειν παρακαλοῦμεν.
It remains for me to show how, although we have so many and such great advantages in making war, we yet invite you to make peace.
ἐγὼ δʼ ὠφελεῖσθαι μὲν ἐκ τοῦ πολεμεῖν οὔ φημι τὴν Σπάρτην, βλάπτεσθαι μέντοι γε ἔλαττον τῶν Ἀθηναίων.
I do not say that Sparta is benefited by the war, but rather that she is harmed less than the Athenians.
ἀποπλήκτων δὲ εὐδοκεῖν συνατυχοῦντας τοῖς πολεμίοις, παρὸν μηδʼ ὅλως ἀτυχίας λαβεῖν πεῖραν· οὐ τοσαύτην γὰρ ἡ τῶν πολεμίων ἀπώλεια φέρει χαράν, ἡλίκην ἔχει λύπην ἡ τῶν ἰδίων ταλαιπωρία.
And it is the part of madmen to be content to share misfortunes with their enemies, when it is possible to have no experience of misfortune at all; for the destruction of the enemy does not bring as much joy as the distress of one's own people brings grief.
§13.52.8οὐ μόνον δὲ τούτων ἕνεκα διαλυθῆναι σπεύδομεν,ἀλλὰ καὶ τὸ πάτριον ἔθος τηροῦντες· θεωροῦντες γὰρ τὰς ἐν τῷ πολέμῳ φιλονεικίας πολλὰ καὶ δεινὰ πάθη ποιούσας, οἰόμεθα δεῖν φανερὸν ποιῆσαι πᾶσι καὶ θεοῖς καὶ ἀνθρώποις, ὅτι τούτων ἥκιστα πάντων ἐσμὲν αἴτιοι.
And not only for these reasons are we eager to come to terms, but also to preserve our ancestral custom; for observing that rivalries in war produce many terrible sufferings, we think we ought to make it clear to all, both gods and men, that we are least of all responsible for them."