Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §13.51.1-13.51.8

ミンダロスの戦死とアテナイ軍によるキュジコス占領

230 / 723 箇所 · ギリシア語

要旨

アテナイ軍とスパルタ・ペルシア連合軍の間で激しい陸上戦が繰り広げられ、スパルタの指揮官ミンダロスが戦死する。アテナイ軍は完全な勝利を収めてキジコスを占領し、莫大な捕虜と戦利品を獲得する。

§13.51.1τῶν δὲ Ἀθηναίων περὶ ταῦτα γινομένων Μίνδαρος ὁ τῶν Λακεδαιμονίων ἀφηγούμενος αὐτὸς μὲν πρὸς Ἀλκιβιάδην ὑπὲρ τῶν ἀφελκομένων νεῶν διηγωνίζετο, Κλέαρχον δὲ τὸν Σπαρτιάτην μετὰ μέρους τῶν Πελοποννησίων ἀπέστειλε πρὸς τοὺς περὶ Θρασύβουλον·
アテナイ人たちがこれらのことに従事している間に、ラケダイモン人の指揮官であるミンダロスは、自身は引き出されようとしている船をめぐってアルキビアデスと徹底的に戦う一方で、スパルタ人のクレアルコスをペロポネソス人の一部とともにトラシュブロスの一行のもとへと派遣した。
συναπέστειλε δʼ αὐτῷ καὶ τοὺς παρὰ Φαρναβάζῳ στρατευομένους μισθοφόρους.
また、彼とともに、ファルナバゾスのもとで軍務に就いていた傭兵たちをも派遣した。
§13.51.2ὁ δὲ Θρασύβουλος μετὰ τῶν ἐπιβατῶν καὶ τῶν τοξοτῶν τὸ μὲν πρῶτον εὐρώστως ὑπέστη τοὺς πολεμίους, καὶ πολλοὺς μὲν ἀνεῖλεν, οὐκ ὀλίγους δὲ καὶ τῶν ἰδίων ἑώρα πίπτοντας·
トラシュブロスは海兵や射手たちとともに、最初は力強く敵を食い止め、多くの者を倒したが、自軍の者たちも少なからず倒れるのを目にしていた。
τῶν δὲ μετὰ τοῦ Φαρναβάζου μισθοφόρων κυκλούντων τοὺς Ἀθηναίους καὶ τῷ πλήθει πανταχόθεν περιχεομένων, ἐπεφάνη Θηραμένης τούς τε ἰδίους καὶ τοὺς μετὰ Χαιρέου ἄγων πεζούς.
しかし、ファルナバゾスの側の傭兵たちがアテナイ人を包囲し、その大軍で四方から押し寄せていたとき、テラメネスが自身の部下たちとカイレアスの率いる歩兵部隊を率いて現れた。
§13.51.3οἱ δὲ μετὰ τοῦ Θρασυβούλου καταπεπονημένοι καὶ τὰς τῆς σωτηρίας ἐλπίδας ἀπεγνωκότες πάλιν ἐξαίφνης ταῖς ψυχαῖς διηγείροντο τηλικαύτης βοηθείας παραγεγενημένης.
トラシュブロスとともにいた者たちは、疲弊しきって生存の希望をあきらめかけていたが、これほど大きな救援が到来したため、突如として再び魂を奮い立たせた。
§13.51.4ἐπὶ πολὺν δὲ χρόνον καρτερᾶς μάχης γενομένης, τὸ μὲν πρῶτον οἱ τοῦ Φαρναβάζου μισθοφόροι φεύγειν ἤρξαντο, καὶ τὸ συνεχὲς ἀεὶ τῆς τάξεως παρερρήγνυτο·
長時間にわたって激しい戦闘が続いたが、最初はファルナバゾスの傭兵たちが逃げ始め、隊列の結束が次々と崩れていった。
τέλος δὲ οἱ Πελοποννήσιοι μετὰ Κλεάρχου καταλειφθέντες καὶ πολλὰ δράσαντες καὶ παθόντες ἐξεώσθησαν.
そして最後には、クレアルコスとともに取り残されたペロポネソス人たちが、多くの損害を敵に与え、また自身も被った末に、撃退された。
§13.51.5τούτων δὲ καταπεπονημένων οἱ περὶ τὸν Θηραμένην ὥρμησαν τοῖς μετʼ Ἀλκιβιάδου κινδυνεύσασι βοηθῆσαι.
彼らが圧倒されると、テラメネスの一行は、危機に瀕していたアルキビアデスの部下たちを援助するために急行した。
συνδραμουσῶν δὲ τῶν δυνάμεων εἰς ἕνα τόπον, ὁ μὲν Μίνδαρος οὐ κατεπλάγη τὴν ἔφοδον τῶν περὶ Θηραμένην, ἀλλὰ διελόμενος τοὺς Πελοποννησίους τοῖς μὲν ἡμίσεσιν ἀπήντα τοῖς ἐπιοῦσι, τοὺς δʼ ἡμίσεις αὐτὸς ἔχων, καὶ δεόμενος ἑκάστου μὴ καταισχῦναι τὸ τῆς Σπάρτης ἀξίωμα, καὶ ταῦτα πεζομαχοῦντας, ἀντετάχθησαν τοῖς περὶ τὸν Ἀλκιβιάδην.
諸軍勢が一箇所に殺到したとき、ミンダロスはテラメネスの一行の突撃に怯むことなく、ペロポネソス人を二つに分割し、半数には来襲する者たちを迎え撃たせ、自身は残りの半数を率いて、各人にスパルタの尊厳を汚さぬよう懇願し、しかもそれが陸上戦であることを強調しつつ、アルキビアデスの一行に対抗して陣を敷いた。
§13.51.6περὶ δὲ τῶν νεῶν ἡρωικὴν συστησάμενος μάχην, καὶ πρὸ πάντων αὐτὸς κινδυνεύων, πολλοὺς μὲν ἀνεῖλε τῶν ἀντιτεταγμένων, τὸ δὲ τελευταῖον ἀξίως τῆς πατρίδος ἀγωνισάμενος ὑπὸ τῶν περὶ τὸν Ἀλκιβιάδην ἀνῃρέθη.
彼は船をめぐって英雄的な戦闘を繰り広げ、何よりも自ら進んで危険に身をさらし、対峙する多くの敵を討ち取ったが、最後には祖国に恥じぬ戦いをした末に、アルキビアデスの一行によって討たれた。
τούτου δὲ πεπτωκότος οἵ τε Πελοποννήσιοι καὶ πάντες οἱ σύμμαχοι συνέδραμον καὶ καταπλαγέντες εἰς φυγὴν ὥρμησαν.
彼が倒れると、ペロポネソス人や他のすべての同盟兵は一所に集まったが、パニックに陥り一斉に逃走し始めた。
§13.51.7οἱ δʼ Ἀθηναῖοι μέχρι μέν τινος ἐπεδίωξαν τοὺς πολεμίους, πυνθανόμενοι δὲ τὸν Φαρνάβαζον μετὰ πολλῆς ἵππου κατὰ σπουδὴν ἐπειγόμενον, ἀνέκαμψαν ἐπὶ τὰς ναῦς, καὶ τὴν μὲν πόλιν παρέλαβον, δύο δὲ τρόπαια κατέστησαν ἀφʼ ἑκατέρας νίκης, τὸ μὲν τῆς ναυμαχίας ἐν τῇ νήσῳ τῇ Πολυδώρου καλουμένῃ, τὸ δὲ τῆς πεζομαχίας οὗ τὴν τροπὴν ἐποιήσαντο τὴν πρώτην.
アテナイ人はしばらくの間敵を追撃したが、ファルナバゾスが多数の騎兵を率いて急行していることを知ると、船へと引き返し、都市を確保した。 そして、それぞれの勝利に対して二つの戦勝記念碑を建てた。 一つは「ポリュドロスの島」と呼ばれる島における海戦の記念碑であり、もう一つは、最初に敵を敗走させた場所における陸上戦の記念碑であった。
§13.51.8οἱ μὲν οὖν ἐν τῇ πόλει Πελοποννήσιοι καὶ πάντες οἱ διαφυγόντες ἐκ τῆς μάχης ἔφυγον ἐπὶ τὸ τοῦ Φαρναβάζου στρατόπεδον·
こうして、都市にいたペロポネソス人や、戦闘から逃れたすべての者たちは、ファルナバゾスの陣営へと逃げ延びた。
οἱ δὲ τῶν Ἀθηναίων στρατηγοὶ τῶν τε νεῶν ἁπασῶν ἐγκρατεῖς ἐγενήθησαν καὶ πολλοὺς μὲν αἰχμαλώτους, ἀναρίθμητον δὲ πλῆθος λαφύρων ἤθροισαν, ὡς ἂν δύο δυνάμεις ἅμα τηλικαύτας νενικηκότες.
一方、アテナイの将軍たちはすべての船を拿捕し、多くの捕虜と数え切れないほどの戦利品を収集した。 彼らはこれほど巨大な二つの軍勢を同時に打ち破ったからであった。

語釈・文法注

  1. §13.51.1τῶν δὲ Ἀθηναίων περὶ ταῦτα γινομένων — 現在分詞を用いた独立属格構文であり、主節の動作(ミンダロスの作戦行動)と同時に進行している背景状況(「アテナイ人たちがこれらのことに従事している間に」)を表す。
  2. §13.51.4πολλὰ δράσαντες καὶ παθόντες — 古典ギリシア語で頻出する「能動(δράω: 行う)」と「受動(πάσχω: 被る)」の対比表現。戦闘の文脈においては「敵に多大な打撃を与え、また自身も同等の激しい被害を受け」という死闘の様子を表す慣用的な表現である。
  3. §13.51.5καὶ ταῦτα πεζομαχοῦντας — 接続詞的な小辞 `καὶ ταῦτα`(しかも、それも)が分詞を伴い、付加的な極限状況を強調する。対格複数形 `πεζομαχοῦντας` は、直前の属格単数 `ἑκάστου`(各人に)が事実上指し示すペロポネソス人たち(複数)を論理上の主語として修飾しており、本来海兵である彼らが不慣れな「陸上で戦っている」という困難を補足している。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §13.51.1-13.51.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.51.1-13.51.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。