§13.48.1συνέβη δὲ περὶ τοῦτον τὸν χρόνον ἐν τῇ Κορκύρᾳ γενέσθαι μεγάλην στάσιν καὶ σφαγήν, ἣν διʼ ἑτέρας μὲν αἰτίας λέγεται γενέσθαι, μάλιστα δὲ διὰ τὴν ὑπάρχουσαν αὐτοῖς πρὸς ἀλλήλους ἔχθραν.
在这个时候,科尔库拉发生了重大的内讧和屠杀,据说这虽然是由其他原因引起的,但主要是由于他们彼此之间早已存在的敌意。
§13.48.2ἐν οὐδεμιᾷ γάρ ποτε πόλει τοιοῦτοι πολιτῶν φόνοι συνετελέσθησαν οὐδὲ μείζων ἔρις καὶ φιλονεικία πρὸς ὄλεθρον ἀνήκουσα.
因为在任何城市中,都不曾发生过如此惨烈的公民屠杀,也不曾有过导致如此毁灭的更大纷争与敌对。
δοκοῦσι γὰρ οἱ μὲν ἀναιρεθέντες ὑπʼ ἀλλήλων πρὸ ταύτης τῆς στάσεως γεγονέναι περὶ χιλίους καὶ πεντακοσίους, καὶ πάντες οὗτοι πρωτεύοντες τῶν πολιτῶν.
事实上,在此次内讧之前,彼此残杀的人数据信已达约一千五百人,而且这些人全都是公民中的佼佼者。
§13.48.3τούτων δʼ ἐπιγεγενημένων τῶν ἀτυχημάτων ἑτέραν αὐτοῖς συμφορὰν ἐπέστησεν ἡ τύχη, τὴν πρὸς ἀλλήλους πάλιν αὐξήσασα διαφοράν.
在这些不幸发生之后,命运又给他们带来了另一场灾难,再次加剧了他们彼此之间的分歧。
οἱ μὲν γὰρ προέχοντες τοῖς ἀξιώμασι τῶν Κορκυραίων ὀρεγόμενοι τῆς ὀλιγαρχίας ἐφρόνουν τὰ Λακεδαιμονίων, ὁ δὲ δημοτικὸς ὄχλος ἔσπευδε τοῖς Ἀθηναίοις συμμαχεῖν.
因为在科尔库拉人中,那些社会地位显赫、向往寡头政治的人支持拉刻代蒙人,而平民大众则急于与雅典人结盟。
§13.48.4καὶ γὰρ διαφερούσας τὰς σπουδὰς εἶχον οἱ περὶ τῆς ἡγεμονίας διαγωνιζόμενοι δῆμοι· Λακεδαιμόνιοι γὰρ τοὺς πρωτεύοντας ἐν ταῖς συμμαχίσι πόλεσιν ἐποίουν ἐπὶ τῆς διοικήσεως τῶν κοινῶν, Ἀθηναῖοι δὲ δημοκρατίας ἐν ταῖς πόλεσι καθίστανον.
因为争夺霸权的双方国家有着截然不同的政策宗旨;拉刻代蒙人让同盟城市中的显贵负责公共事务的管理,而雅典人则在各城市中建立民主政体。
§13.48.5οἱ δʼ οὖν Κορκυραῖοι θεωροῦντες τοὺς δυνατωτάτους τῶν πολιτῶν ὄντας πρὸς τῷ τὴν πόλιν ἐγχειρίζειν Λακεδαιμονίοις, μετεπέμψαντο παρʼ Ἀθηναίων δύναμιν τὴν παραφυλάξουσαν τὴν πόλιν.
总之,科尔库拉人见公民中最有权势的人正企图将城市拱手让给拉刻代蒙人,便从雅典人那里召来一支军队以防守该城。
§13.48.6Κόνων δʼ ὁ στρατηγὸς τῶν Ἀθηναίων πλεύσας εἰς Κόρκυραν, ἑξακοσίους μὲν τῶν ἐκ Ναυπάκτου Μεσσηνίων κατέλιπεν ἐν τῇ πόλει, αὐτὸς δὲ μετὰ τῶν νεῶν παρέπλευσε, καὶ καθωρμίσθη πρὸς τῷ τῆς Ἥρας τεμένει.
雅典将军科农航行至科尔库拉,将来自瑙帕克托斯的六百名美塞尼亚人留在城内,他自己则率领船只沿海航行,并在赫拉神庙的圣域附近停泊。
§13.48.7οἱ δὲ ἑξακόσιοι μετὰ τῶν δημοτικῶν ὁρμήσαντες ἐπὶ τοὺς τὰ Λακεδαιμονίων φρονοῦντας ἐξαίφνης ἀγορᾶς πληθούσης οὓς μὲν συνελάμβανον, οὓς δʼ ἐφόνευον, πλείους δὲ τῶν χιλίων ἐφυγάδευσαν· ἐποιήσαντο δὲ τοὺς μὲν δούλους ἐλευθέρους, τοὺς δὲ ξένους πολίτας, εὐλαβούμενοι τό τε πλῆθος καὶ τὴν δύναμιν τῶν φυγάδων.
这六百人与平民派一同,在集市人满为患之时突然向支持拉刻代蒙的人发起袭击,逮捕了一些人,杀害了一些人,并驱逐了一千多人;同时,由于警惕流亡者的数量和力量,他们将奴隶释放为自由人,并将外国人接纳为公民。
§13.48.8οἱ μὲν οὖν ἐκπεσόντες ἐκ τῆς πατρίδος εἰς τὴν καταντίον ἤπειρον ἔφυγον· μετὰ δέ τινας ἡμέρας τῶν ἐν τῇ πόλει τινες φρονοῦντες τὰ τῶν φυγάδων κατελάβοντο τὴν ἀγοράν, καὶ μεταπεμψάμενοι τοὺς φυγάδας περὶ τῶν ὅλων διηγωνίζοντο.
于是,这些被逐出祖国的人逃往对岸的大陆;但几天后,城里一些支持流亡者的人占领了集市,并在召回流亡者后,为争夺国家的全部控制权而展开了激烈争夺。
τέλος δὲ νυκτὸς καταλαβούσης εἰς ὁμολογίας ἦλθον πρὸς ἀλλήλους, καὶ τῆς φιλονεικίας παυσάμενοι κοινῶς ᾤκουν τὴν πατρίδα.
最终,随着夜幕降临,他们彼此达成妥协,结束了纷争,共同居住在祖国。
ἡ μὲν οὖν ἐν Κορκύρᾳ σφαγὴ τοιοῦτον ἔσχε τὸ τέλος.
科尔库拉的屠杀便以此种结局告终。