§13.49.1Ἀρχέλαος δʼ ὁ τῶν Μακεδόνων βασιλεύς, τῶν Πυδναίων ἀπειθούντων, πολλῇ δυνάμει τὴν πόλιν περιεστρατοπέδευσεν.
马其顿国王阿奇劳斯因皮德纳人不肯屈服,便率大军围困了该城。
παρεβοήθησε δʼ αὐτῷ καὶ Θηραμένης ἔχων στόλον· ὃς χρονιζούσης τῆς πολιορκίας ἀπέπλευσεν εἰς Θρᾴκην πρὸς Θρασύβουλον τὸν ἀφηγούμενον τοῦ στόλου παντός.
塞拉门尼斯也率领一支舰队前来协助他;但由于围攻拖延,他便启航前往色雷斯,去投奔指挥整支舰队的色拉西布洛斯。
§13.49.2ὁ μὲν οὖν Ἀρχέλαος φιλοτιμότερον πολιορκήσας τὴν Πύδναν καὶ κρατήσας μετῴκισεν αὐτὴν ἀπὸ θαλάττης ὡς εἴκοσι στάδια.
于是,阿奇劳斯以更大的决心围攻并征服了皮德纳,将其从海边向内陆迁移了约二十斯塔迪翁。
ὁ δὲ Μίνδαρος, ἤδη τοῦ χειμῶνος λήγοντος, συνήγαγε τὰς πανταχόθεν τριήρεις· ἔκ τε γὰρ τῆς Πελοποννήσου πολλαὶ παρεγενήθησαν καὶ παρὰ τῶν ἄλλων συμμάχων ὁμοίως.
此时冬日已近尾声,明达鲁斯从各处召集了三段铎船;因为从伯罗奔尼撒以及其他盟国那里同样来了许多船只。
οἱ δʼ ἐν Σηστῷ τῶν Ἀθηναίων στρατηγοί, πυνθανόμενοι τὸ μέγεθος τοῦ συναγομένου τοῖς πολεμίοις στόλου, περιδεεῖς ἦσαν, μήποτε πάσαις ταῖς τριήρεσιν ἐπιπλεύσαντες οἱ πολέμιοι κυριεύσωσι τῶν νεῶν.
而在塞斯托斯的雅典将军们得知敌人集结的舰队规模,非常担心敌人会用所有的三段铎船袭来并夺取他们的船只。
§13.49.3ὅθεν αὐτοὶ μὲν καθελκύσαντες τὰς οὔσας ἐν Σηστῷ ναῦς περιέπλευσαν τὴν Χερρόνησον καὶ καθωρμίσθησαν εἰς Καρδίαν·
因此,他们自己下水了在塞斯托斯的船只,绕过赫勒斯滂半岛,在卡尔迪亚停泊。
εἰς δὲ Θρᾴκην πρὸς Θρασύβουλον καὶ Θηραμένην ἔπεμψαν τριήρεις, παρακαλοῦντες μετὰ τοῦ στόλου τὴν ταχίστην ἥκειν· μετεπέμψαντο δὲ καὶ τὸν Ἀλκιβιάδην ἐκ Λέσβου μεθʼ ὧν εἶχε νεῶν, καὶ συνήχθη πᾶς ὁ στόλος εἰς ἕνα τόπον, σπευδόντων τῶν στρατηγῶν περὶ τῶν ὅλων διακινδυνεῦσαι.
他们向色雷斯的色拉西布洛斯和塞拉门尼斯派去了三段铎船,催促他们尽快率舰队前来;他们还从莱斯博斯召回了阿尔西比亚德斯以及他所拥有的船只。 由于将军们急于为全局做决定性的决战,整支舰队集结在了一处。
§13.49.4Μίνδαρος δʼ ὁ τῶν Λακεδαιμονίων ναύαρχος πλεύσας εἰς Κύζικον πᾶσαν τὴν δύναμιν ἐξεβίβασε καὶ τὴν πόλιν περιεστρατοπέδευσεν.
斯巴达的海军统帅明达鲁斯航行至基齐库斯,让所有军队登陆并包围了该城。
παρεγενήθη δὲ καὶ Φαρνάβαζος μετὰ πολλῆς στρατιᾶς, μεθʼ οὗ πολιορκήσας Μίνδαρος εἷλε τὴν Κύζικον κατὰ κράτος.
法尔纳巴佐斯也率大军抵达,明达鲁斯与他一同围攻,强攻夺取了基齐库斯。
§13.49.5οἱ δὲ τῶν Ἀθηναίων στρατηγοὶ κρίναντες ἐπὶ Κύζικον πλεῖν, ἀνήχθησαν μετὰ πασῶν τῶν νεῶν καὶ τὴν Χερρόνησον περιέπλεον.
雅典将军们决定向基齐库斯进发,便率领所有船只出航,绕过赫勒斯滂半岛。
καὶ πρῶτον μὲν εἰς Ἐλεοῦντα παρεγένοντο· μετὰ δὲ ταῦτα ἐφιλοτιμήθησαν νυκτὸς τὴν τῶν Ἀβυδηνῶν πόλιν παραπλεῦσαι πρὸς τὸ μὴ κατανοηθῆναι τὸ πλῆθος τῶν νεῶν ὑπὸ τῶν πολεμίων.
首先他们抵达了埃勒乌斯;此后,他们力图在夜间驶过阿比多斯人的城市,以免船只的数量被敌人察觉。
§13.49.6ἐπεὶ δʼ ἦλθον εἰς Προικόννησον, τὴν μὲν νύκτα κατηυλίσθησαν ἐν ταύτῃ, τῇ δʼ ὑστεραίᾳ τοὺς μὲν ἐπιβεβηκότας στρατιώτας διεβίβασαν εἰς τὴν τῶν Κυζικηνῶν χώραν, καὶ τῷ στρατηγοῦντι τούτων Χαιρέᾳ προσέταξαν ἄγειν τὸ στρατόπεδον ἐπὶ τὴν πόλιν.
当他们来到普罗伊康内索斯时,便在那里过夜。 第二天,他们将船上的士兵运送至基齐库斯人的领土,并命令指挥这些士兵的凯里亚斯率军向该城进发。