§13.48.1συνέβη δὲ περὶ τοῦτον τὸν χρόνον ἐν τῇ Κορκύρᾳ γενέσθαι μεγάλην στάσιν καὶ σφαγήν, ἣν διʼ ἑτέρας μὲν αἰτίας λέγεται γενέσθαι, μάλιστα δὲ διὰ τὴν ὑπάρχουσαν αὐτοῖς πρὸς ἀλλήλους ἔχθραν.
この時期、コルキュラにおいて大きな内紛と虐殺が起こった。 それは他の様々な原因によって生じたと言われているが、とりわけ彼らが互いに抱いていた既存の敵意によるものであった。
§13.48.2ἐν οὐδεμιᾷ γάρ ποτε πόλει τοιοῦτοι πολιτῶν φόνοι συνετελέσθησαν οὐδὲ μείζων ἔρις καὶ φιλονεικία πρὸς ὄλεθρον ἀνήκουσα.
いかなる都市においても、これほどまでの市民の虐殺が行われたことはなく、破滅に至るほどのこれ以上大きな不和と対立が生じたこともなかった。
δοκοῦσι γὰρ οἱ μὲν ἀναιρεθέντες ὑπʼ ἀλλήλων πρὸ ταύτης τῆς στάσεως γεγονέναι περὶ χιλίους καὶ πεντακοσίους, καὶ πάντες οὗτοι πρωτεύοντες τῶν πολιτῶν.
実際、今回の内紛より前に互いに殺害し合った者の数は約千五百人に達したと考えられており、しかも彼らは全員が市民の第一人者たちであった。
§13.48.3τούτων δʼ ἐπιγεγενημένων τῶν ἀτυχημάτων ἑτέραν αὐτοῖς συμφορὰν ἐπέστησεν ἡ τύχη, τὴν πρὸς ἀλλήλους πάλιν αὐξήσασα διαφοράν.
これらの不幸が起こった後、運命は彼らにさらなる災いをもたらし、互いの不和を再び激化させた。
οἱ μὲν γὰρ προέχοντες τοῖς ἀξιώμασι τῶν Κορκυραίων ὀρεγόμενοι τῆς ὀλιγαρχίας ἐφρόνουν τὰ Λακεδαιμονίων, ὁ δὲ δημοτικὸς ὄχλος ἔσπευδε τοῖς Ἀθηναίοις συμμαχεῖν.
すなわち、コルキュラ人の中で社会的地位において卓越した者たちは、寡頭制を追い求めてラケダイモン人を支持したのに対し、民主派の民衆はアテナイ人と同盟を結ぶことを切望したのである。
§13.48.4καὶ γὰρ διαφερούσας τὰς σπουδὰς εἶχον οἱ περὶ τῆς ἡγεμονίας διαγωνιζόμενοι δῆμοι·
というのも、覇権を争っていた国家はそれぞれ異なる方針を持っていたからである。
Λακεδαιμόνιοι γὰρ τοὺς πρωτεύοντας ἐν ταῖς συμμαχίσι πόλεσιν ἐποίουν ἐπὶ τῆς διοικήσεως τῶν κοινῶν, Ἀθηναῖοι δὲ δημοκρατίας ἐν ταῖς πόλεσι καθίστανον.
ラケダイモン人は同盟都市の第一人者たちに公共事務の管理を委ねたが、アテナイ人は諸都市に民主制を導入した。
§13.48.5οἱ δʼ οὖν Κορκυραῖοι θεωροῦντες τοὺς δυνατωτάτους τῶν πολιτῶν ὄντας πρὸς τῷ τὴν πόλιν ἐγχειρίζειν Λακεδαιμονίοις, μετεπέμψαντο παρʼ Ἀθηναίων δύναμιν τὴν παραφυλάξουσαν τὴν πόλιν.
ともかく、コルキュラ人(の民衆派)は、市民の最有力者たちが都市をラケダイモン人に引き渡そうと企んでいるのを見て、都市を警護するための軍勢をアテナイ人のもとから呼び寄せた。
§13.48.6Κόνων δʼ ὁ στρατηγὸς τῶν Ἀθηναίων πλεύσας εἰς Κόρκυραν, ἑξακοσίους μὲν τῶν ἐκ Ναυπάκτου Μεσσηνίων κατέλιπεν ἐν τῇ πόλει, αὐτὸς δὲ μετὰ τῶν νεῶν παρέπλευσε, καὶ καθωρμίσθη πρὸς τῷ τῆς Ἥρας τεμένει.
アテナイの将軍コノンはコルキュラへ航海すると、ナウパクトス出身のメッセニア人六百人を市内に残し、彼自身は船とともに沿岸を航行して、ヘラ神殿の聖域の近くに錨を下ろした。
§13.48.7οἱ δὲ ἑξακόσιοι μετὰ τῶν δημοτικῶν ὁρμήσαντες ἐπὶ τοὺς τὰ Λακεδαιμονίων φρονοῦντας ἐξαίφνης ἀγορᾶς πληθούσης οὓς μὲν συνελάμβανον, οὓς δʼ ἐφόνευον, πλείους δὲ τῶν χιλίων ἐφυγάδευσαν·
この六百人は、民主派の民衆とともに、広場が賑わう時間帯に突如としてラケダイモン支持派に襲いかかり、ある者たちを捕らえ、ある者たちを殺害し、千人以上を追放した。
ἐποιήσαντο δὲ τοὺς μὲν δούλους ἐλευθέρους, τοὺς δὲ ξένους πολίτας, εὐλαβούμενοι τό τε πλῆθος καὶ τὴν δύναμιν τῶν φυγάδων.
そして、追放された者たちの数と力を警戒して、奴隷を自由民にし、外国人を市民とした。
§13.48.8οἱ μὲν οὖν ἐκπεσόντες ἐκ τῆς πατρίδος εἰς τὴν καταντίον ἤπειρον ἔφυγον·
こうして祖国を追われた者たちは対岸の大陸へと逃れた。
μετὰ δέ τινας ἡμέρας τῶν ἐν τῇ πόλει τινες φρονοῦντες τὰ τῶν φυγάδων κατελάβοντο τὴν ἀγοράν, καὶ μεταπεμψάμενοι τοὺς φυγάδας περὶ τῶν ὅλων διηγωνίζοντο.
しかし数日後、市内の住民のうち追放者たちに同調する一部の者が広場を占拠し、追放された者たちを呼び戻して支配権をめぐり激しく争った。
τέλος δὲ νυκτὸς καταλαβούσης εἰς ὁμολογίας ἦλθον πρὸς ἀλλήλους, καὶ τῆς φιλονεικίας παυσάμενοι κοινῶς ᾤκουν τὴν πατρίδα.
最終的に、夜になったことで両者は和平の合意に達し、争いをやめて共同で祖国に住むことになった。
ἡ μὲν οὖν ἐν Κορκύρᾳ σφαγὴ τοιοῦτον ἔσχε τὸ τέλος.
こうして、コルキュラにおける虐殺はこのような結末を迎えた。