§13.47.1τῆς δὲ ναυμαχίας τοιοῦτον τὸ τέλος λαβούσης Ἀθηναῖοι τότε μὲν εἰς Σηστὸν ἀπέπλευσαν ἤδη νυκτὸς οὔσης, ἅμα δʼ ἡμέρᾳ τά τε ναυάγια συνήγαγον καὶ πρὸς τῷ προτέρῳ τροπαίῳ πάλιν ἕτερον ἔστησαν.
当海战以此种结局告终时,雅典人由于当时已是夜晚,便启航返回塞斯托斯;但拂晓时分,他们收集了船只残骸,并在先前的战胜纪念碑旁,再次竖立了另一座纪念碑。
§13.47.2Μίνδαρος δὲ νυκτὸς περὶ πρώτην φυλακὴν εἰς Ἄβυδον ἀναχθεὶς τάς τε πεπονηκυίας ναῦς ἐπεσκεύαζε καὶ πρὸς Λακεδαιμονίους διεπέμψατο περὶ βοηθείας πεζῆς τε καὶ ναυτικῆς· διενοεῖτο γὰρ ἐν ὅσῳ τὰ κατὰ τὸν στόλον ἕτοιμα ἐγίνετο, πεζῇ μετὰ Φαρναβάζου τὰς συμμαχούσας κατὰ τὴν Ἀσίαν πόλεις Ἀθηναίοις πολιορκήσειν.
敏达罗斯在夜间大约一更时分启航前往阿比多斯,修理受损的船只,并派人去拉刻代蒙人那里请求陆路和海路的援助;因为他打算在舰队整备就绪期间,与法尔纳巴佐斯一起从陆路包围在亚洲与雅典结盟的城市。
§13.47.3Χαλκιδεῖς δὲ καὶ σχεδὸν οἱ λοιποὶ πάντες οἱ τὴν Εὔβοιαν κατοικοῦντες ἀφεστηκότες ἦσαν Ἀθηναίων, καὶ διὰ τοῦτο περιδεεῖς ἐγίνοντο, μήποτε νῆσον οἰκοῦντες ἐκπολιορκηθῶσιν ὑπʼ Ἀθηναίων θαλασσοκρατούντων· ἠξίουν οὖν Βοιωτοὺς κοινῇ χῶσαι τὸν Εὔριπον, ὥστε συνάψαι τὴν Εὔβοιαν τῇ Βοιωτίᾳ.
哈尔基斯人以及几乎所有其他居住在优波亚的人,都已背叛了雅典人,因此他们变得极度恐惧,担心自己既然居住在岛上,可能随时会被统治海洋的雅典人合围攻陷;于是,他们请求波奥蒂亚人共同填平埃夫里普斯海峡,以便将优波亚与波奥蒂亚连接起来。
§13.47.4συγκαταθεμένων δὲ τῶν Βοιωτῶν διὰ τὸ κἀκείνοις συμφέρειν τὴν Εὔβοιαν εἶναι τοῖς μὲν ἄλλοις νῆσον, ἑαυτοῖς δʼ ἤπειρον· διόπερ αἱ πόλεις ἅπασαι πρὸς τὴν διάχωσιν ἐπερρώσθησαν καὶ πρὸς ἀλλήλας ἡμιλλῶντο·
波奥蒂亚人同意了这一提议,因为对他们来说,优波亚对其他人是岛屿,对他们自己则是大陆,这同样是有利的;因此,所有的城市都热心地投入到填平海峡的工作中,并互相竞争。
οὐ γὰρ μόνον τοῖς πολίταις ἐξιέναι πανδημεὶ προσέταξαν, ἀλλὰ καὶ τοῖς παροικοῦσι ξένοις, ὥστε διὰ τὸ πλῆθος τῶν τοῖς ἔργοις προσιόντων τὴν πρόθεσιν ταχέως λαβεῖν συντέλειαν.
因为他们不仅命令全体公民总动员,还命令居住在附近的侨民也参与进来,以至于由于参与工程的人数极多,该计划迅速得以完成。
§13.47.5τῆς μὲν οὖν Εὐβοίας κατεσκευάσθη τὸ χῶμα κατὰ τὴν Χαλκίδα, τῆς δὲ Βοιωτίας πλησίον Αὐλίδος· ἐνταῦθα γὰρ ὁ μεταξὺ τόπος ἦν στενώτατος.
于是,填海筑路的堤坝在优波亚一侧建于哈尔基斯,在波奥蒂亚一侧建于奥利斯附近;因为那里的间隔是最窄的。
συνέβαινε μὲν οὖν καὶ πρότερον ἀεὶ κατʼ ἐκεῖνον τὸν τόπον εἶναι ῥοῦν καὶ πυκνὰς ποιεῖσθαι τροπὰς τὴν θάλατταν, τότε δὲ πολὺ μᾶλλον ἦν ἐπιτείνοντα τὰ κατὰ τὸν ῥοῦν, ὡς ἂν εἰς στενὸν ἄγαν συγκεκλεισμένης τῆς θαλάττης· ὁ γὰρ διέκπλους ἀπελείφθη μιᾷ νηί.
虽然以前在那个地方也一直有急流,且海水频繁地发生回流,但当时急流的情况却更加剧烈,因为海水被封闭在一个极窄的空间里;因为留下的通道仅容一艘船通过。
ᾠκοδόμησαν δὲ καὶ πύργους ὑψηλοὺς ἐπʼ ἀμφοτέρων τῶν ἄκρων, καὶ ξυλίνας τοῖς διάρροις ἐπέστησαν γεφύρας.
他们还在两端建造了高塔,并在水流通道上架起了木桥。
§13.47.6Θηραμένης δʼ ὑπʼ Ἀθηναίων ἀποσταλεὶς μετὰ νεῶν τριάκοντα τὸ μὲν πρῶτον ἐπεχείρησε κωλύειν τοὺς ἐπὶ τῶν ἔργων, πολλοῦ δὲ πλήθους στρατιωτῶν συμπαρόντος τοῖς κατασκευάζουσι τὰ χώματα ταύτης μὲν τῆς ἐπιβολῆς ἀπέστη, τὸν δὲ πλοῦν ἐπὶ τῶν νήσων ἐποιήσατο.
塞拉梅内斯被雅典人派遣,率领三十艘船,起初企图阻挠工程人员,但由于筑堤者身边有大批士兵协助,他便放弃了这一尝试,转而向群岛航行。
§13.47.7βουλόμενος δὲ τούς τε πολίτας καὶ συμμάχους ἀναπαῦσαι τῶν εἰσφορῶν, τήν τε τῶν πολεμίων χώραν ἐπόρθησε καὶ πολλὰς ὠφελείας ἤθροισεν.
他希望让公民和同盟国免受财产税的负担,便掠夺了敌人的领土,收集了大量战利品。
ἐπῄει δὲ καὶ τὰς συμμαχίδας πόλεις, καὶ τοὺς ἐν αὐταῖς νεωτερίζοντας εἰσεπράττετο χρήματα.
他还巡视了同盟城市,并向其中企图造反的人征收资金。
§13.47.8καταπλεύσας δʼ εἰς Πάρον καὶ καταλαβὼν ὀλιγαρχίαν ἐν τῇ πόλει, τῷ μὲν δήμῳ τὴν ἐλευθερίαν ἀποκατέστησε, παρὰ δὲ τῶν ἁψαμένων τῆς ὀλιγαρχίας χρημάτων πλῆθος εἰσεπράξατο.
他航行到帕罗斯岛,发现城中实行寡头政治,便为民众恢复了自由,并向参与寡头政治的人征收了大量资金。