§13.43.1τῶν δὲ κατὰ τὸν ἐνιαυτὸν τοῦτον πράξεων τέλος ἐχουσῶν Ἀθήνησι μὲν ἦρχε Γλαύκιππος, ἐν δὲ τῇ Ῥώμῃ κατεστάθησαν ὕπατοι Μάρκος Κορνήλιος καὶ Λεύκιος Φούριος.
在这一年的事务结束之际,格劳基普斯在雅典担任执政官,而在罗马,马尔库斯·科尔内利乌斯和卢基乌斯·富里乌斯被任命为执政官。
περὶ δὲ τούτους τοὺς χρόνους Αἰγεσταῖοι κατὰ τὴν Σικελίαν σύμμαχοι γεγενημένοι τοῖς Ἀθηναίοις κατὰ Συρακοσίων, καταλυθέντος τοῦ πολέμου περιδεεῖς καθειστήκεισαν· ἤλπιζον γάρ, ὅπερ ἦν εἰκός, τιμωρίαν δώσειν τοῖς Σικελιώταις, ὑπὲρ ὧν εἰς αὐτοὺς ἐξήμαρτον.
大约在此时,西西里的埃杰斯塔人因曾与雅典人结盟对抗叙拉古人,在战争结束后面临着极大的恐惧;因为他们如常理般预料,自己将因对西西里人所犯下的过错而遭受报复。
§13.43.2τῶν δὲ Σελινουντίων περὶ τῆς ἀμφισβητησίμου χώρας πολεμούντων αὐτούς, ἑκουσίως ἐξεχώρουν, εὐλαβούμενοι, μὴ διὰ ταύτην τὴν πρόφασιν οἱ Συρακόσιοι συνεπιλάβωνται τοῦ πολέμου τοῖς Σελινουντίοις, καὶ κινδυνεύσωσιν ἄρδην ἀπολέσαι τὴν πατρίδα.
当塞利努斯人为了争议土地对他们发动战争时,他们自愿让出了该地,因为他们心存戒备,唯恐叙拉古人借此口实与塞利努斯人联合参与战争,从而使自己面临祖国彻底毁灭的危险。
§13.43.3ἐπεὶ δʼ οἱ Σελινούντιοι χωρὶς τῆς ἀμφισβητησίμου πολλὴν τῆς παρακειμένης ἀπετέμοντο, τηνικαῦθʼ οἱ τὴν Αἴγεσταν οἰκοῦντες πρέσβεις ἀπέστειλαν εἰς Καρχηδόνα, δεόμενοι βοηθῆσαι καὶ τὴν πόλιν αὐτοῖς ἐγχειρίζοντες.
然而,当塞利努斯人除了争议土地之外,又强占了大量相邻的土地时,此时埃杰斯塔的居民才派遣使者前往迦太基,请求援助并将城市交托给他们。
§13.43.4καταπλευσάντων δὲ τῶν πεμφθέντων, καὶ τῇ γερουσίᾳ τὰς παρὰ τοῦ δήμου δεδομένας ἐντολὰς εἰπόντων, οὐ μετρίως διηπόρησαν οἱ Καρχηδόνιοι· ἅμα μὲν γὰρ ἐπεθύμουν παραλαβεῖν πόλιν εὔκαιρον, ἅμα δʼ ἐφοβοῦντο τοὺς Συρακοσίους, ἑωρακότες προσφάτως καταπεπολεμημένας τὰς τῶν Ἀθηναίων δυνάμεις.
当被派去的人乘船抵达并向元老院陈述了本国公民大会所给予的指令时,迦太基人感到十分为难;因为他们一方面渴望接管一座位置便利的城市,另一方面又惧怕叙拉古人,因为他们最近目睹了雅典人的军队被彻底击败。
§13.43.5οὐ μὴν ἀλλὰ καὶ τοῦ παρʼ αὐτοῖς πρωτεύοντος Ἀννίβου συμβουλεύοντος παραλαβεῖν τὴν πόλιν, τοῖς μὲν πρεσβευταῖς ἀπεκρίθησαν βοηθήσειν, εἰς δὲ τὴν τούτων διοίκησιν, ἂν ᾖ χρεία πολεμεῖν, στρατηγὸν κατέστησαν τὸν Ἀννίβαν, κατὰ νόμους τότε βασιλεύοντα.
尽管如此,由于在他们之中居于首要地位的汉尼拔建议接管该城,他们便向使者答复将予以援助,而为了处理这些事务,若有战争的必要,他们任命当时依法担任国王的汉尼拔为将军。
οὗτος δὲ ἦν υἱωνὸς μὲν τοῦ πρὸς Γέλωνα πολεμήσαντος Ἀμίλκου καὶ πρὸς Ἱμέρᾳ τελευτήσαντος, υἱὸς δὲ Γέσκωνος, ὃς διὰ τὴν τοῦ πατρὸς ἧτταν ἐφυγαδεύθη καὶ κατεβίωσεν ἐν τῇ Σελινοῦντι.
此人是曾与盖隆作战并在希梅拉阵亡的哈米尔卡之孙,也是吉斯科之子,吉斯科因其父亲的战败而被流放,并在塞利努斯度过了余生。
§13.43.6ὁ δʼ οὖν Ἀννίβας, ὢν μὲν καὶ φύσει μισέλλην, ὁμοῦ δὲ τὰς τῶν προγόνων ἀτιμίας διορθώσασθαι βουλόμενος, ἔσπευδε διʼ ἑαυτοῦ τι κατασκευάσαι χρήσιμον τῇ πατρίδι.
汉尼拔本人天生仇视希腊人,同时又渴望雪洗祖先的耻辱,因而急于亲手为祖国做些有益的事。
θεωρῶν οὖν τοὺς Σελινουντίους οὐκ ἀρκουμένους τῇ παραχωρήσει τῆς ἀμφισβητησίμου χώρας, πρέσβεις ἀπέστειλε μετὰ τῶν Αἰγεσταίων πρὸς Συρακοσίους, ἐπιτρέπων αὐτοῖς τὴν κρίσιν τούτων, τῷ μὲν λόγῳ προσποιούμενος δικαιοπραγεῖν, τῇ δʼ ἀληθείᾳ νομίζων ἐκ τοῦ μὴ βούλεσθαι τοὺς Σελινουντίους διακριθῆναι μὴ συμμαχήσειν αὐτοῖς τοὺς Συρακοσίους.
因此,他看到塞利努斯人不满足于争议土地的让步,便与埃杰斯塔人一同向叙拉古人派去了使者,将此事的裁决权委托给他们,在言语上假装行事公正,实则认为由于塞利努斯人拒绝接受仲裁,叙拉古人将不会与他们结盟。
§13.43.7ἀποστειλάντων δὲ καὶ Σελινουντίων πρέσβεις, διακριθῆναι μὲν μὴ βουλομένων, πολλὰ δὲ πρὸς τοὺς παρὰ Καρχηδονίων καὶ τῶν Αἰγεσταίων πρέσβεις ἀντειπόντων, τέλος ἔδοξε τοῖς Συρακοσίοις ψηφίσασθαι τηρεῖν πρὸς μὲν Σελινουντίους τὴν συμμαχίαν, πρὸς δὲ Καρχηδονίους τὴν εἰρήνην.
塞利努斯人也派去了使者,他们不愿接受仲裁,并对来自迦太基和埃杰斯塔的使者进行了诸多反驳,最终叙拉古人决定通过决议,维持与塞利努斯人的同盟,同时与迦太基人保持和平。