§13.44.1μετὰ δὲ τὴν ἐπάνοδον τῶν πρεσβευτῶν Καρχηδόνιοι μὲν τοῖς Αἰγεσταίοις ἀπέστειλαν Λίβυάς τε πεντακισχιλίους καὶ τῶν Καμπανῶν ὀκτακοσίους.
使者归来后,迦太基人向埃杰斯塔人派遣了五千名利比亚人和八百名坎帕尼亚人。
§13.44.2οὗτοι δʼ ἦσαν ὑπὸ τῶν Χαλκιδέων τοῖς Ἀθηναίοις εἰς τὸν πρὸς Συρακοσίους πόλεμον μεμισθωμένοι, καὶ μετὰ τὴν ἧτταν καταπεπλευκότες οὐκ εἶχον τοὺς μισθοδοτήσοντας·
这些人此前曾被卡尔基斯人雇佣,为雅典人服役于对抗叙拉古人的战争;在战败后,他们乘船南下,却无人为他们发放军饷。
οἱ δὲ Καρχηδόνιοι πᾶσιν ἵππους ἀγοράσαντες καὶ μισθοὺς ἀξιολόγους δόντες εἰς τὴν Αἴγεσταν κατέστησαν.
迦太基人为他们所有人购买了马匹,给予了丰厚的薪水,并将他们安置在埃杰斯塔。
§13.44.3οἱ δὲ Σελινούντιοι κατʼ ἐκείνους τοὺς χρόνους εὐδαιμονοῦντες, καὶ τῆς πόλεως αὐτοῖς πολυανδρούσης, κατεφρόνουν τῶν Αἰγεσταίων.
当时的塞利努斯人十分繁荣,城市人口众多,因此轻视埃杰斯塔人。
καὶ τὸ μὲν πρῶτον ἐν τάξει τὴν ὅμορον χώραν ἐπόρθουν, πολὺ προέχοντες ταῖς δυνάμεσι, μετὰ δὲ ταῦτα καταφρονήσαντες κατὰ πᾶσαν τὴν χώραν ἐσκεδάσθησαν.
起初,因力量远胜对手,他们井然有序地蹂躏邻近土地;但在此之后,因产生轻敌之心,他们便分散到了整个地区。
§13.44.4οἱ δὲ τῶν Αἰγεσταίων στρατηγοὶ παρατηρήσαντες αὐτοὺς ἐπέθεντο μετὰ τῶν Καρχηδονίων καὶ τῶν Καμπανῶν.
埃杰斯塔人的将军们监视着他们,并与迦太基人及坎帕尼亚人一同发起了袭击。
ἀπροσδοκήτου δὲ τῆς ἐφόδου γενομένης ῥᾳδίως ἐτρέψαντο τοὺς Σελινουντίους, καὶ τῶν μὲν στρατιωτῶν ἀνεῖλον περὶ χιλίους, τῆς δὲ λείας πάσης ἐκυρίευσαν.
由于这次袭击出乎意料,他们轻易击溃了塞利努斯人,击杀其士兵约一千人,并缴获了全部战利品。
μετὰ δὲ τὴν μάχην εὐθέως ἀπέστειλαν πρέσβεις, οἱ μὲν Σελινούντιοι πρὸς Συρακοσίους, οἱ δʼ Αἰγεσταῖοι πρὸς Καρχηδονίους, περὶ βοηθείας.
战后,两军立即派出了使者寻求援助,塞利努斯人派往叙拉古人,埃杰斯塔人派往迦太基人。
§13.44.5ἑκατέρων δʼ ἐπαγγειλαμένων συμμαχήσειν, ὁ μὲν Καρχηδονιακὸς πόλεμος ταύτην ἔλαβεν ἀρχήν·
由于双方都承诺给予援助,迦太基战争便由此开始。
οἱ δὲ Καρχηδόνιοι προορώμενοι τὸ μέγεθος τοῦ πολέμου, τὴν ἐπιτροπὴν ἔδωκαν Ἀννίβᾳ τῷ στρατηγῷ περὶ τοῦ μεγέθους τῆς δυνάμεως, καὶ πάντα προθύμως ὑπηρέτουν.
迦太基人预见到战争规模的宏大,便将关于军队规模的决定权交给了将军汉尼拔,并热心地提供一切协助。
§13.44.6ὁ δὲ Ἀννίβας τό τε θέρος ἐκεῖνο καὶ τὸν συνάπτοντα χειμῶνα πολλοὺς μὲν ἐξ Ἰβηρίας ἐξενολόγησεν, οὐκ ὀλίγους δὲ καὶ τῶν πολιτῶν κατέγραφεν· ἐπῄει δὲ καὶ τὴν Λιβύην ἐπιλεγόμενος ἐξ ἁπάσης πόλεως τοὺς κρατίστους, καὶ ναῦς παρεσκευάζετο, διανοούμενος τῆς ἐαρινῆς ὥρας ἐνισταμένης διαβιβάζειν τὰς δυνάμεις.
汉尼拔在那个夏天和接下来的冬天里,从伊比利亚招募了大量雇佣兵,也登记了为数不少的本国公民;他还巡视了利比亚,从每个城市中选拔最优秀的人,并准备船只,计划在春季到来时运送军队。
τὰ μὲν οὖν κατὰ τὴν Σικελίαν ἐν τούτοις ἦν.
西西里的局势当时便是如此。