Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §13.43.1-13.43.7

アイゲスタの救援要請とカルタゴの介入

222 / 723 箇所 · ギリシア語

要旨

アテナイの敗北後、シケリアのアイゲスタ人はセリヌス人からの攻勢を恐れてカルタゴに援助を求め、カルタゴはハンニバルを将軍に任命した。ハンニバルは、セリヌス人がシラクサの仲裁を拒むよう仕向ける外交を展開し、シラクサをセリヌスから引き離した上で支援を決定した。

§13.43.1τῶν δὲ κατὰ τὸν ἐνιαυτὸν τοῦτον πράξεων τέλος ἐχουσῶν Ἀθήνησι μὲν ἦρχε Γλαύκιππος, ἐν δὲ τῇ Ῥώμῃ κατεστάθησαν ὕπατοι Μάρκος Κορνήλιος καὶ Λεύκιος Φούριος.
この年の出来事が終わりを告げると、アテナイではグラウキッポスが執政官を務め、ローマではマルクス・コルネリウスとルキウス・フリウスが執政官に就任した。
περὶ δὲ τούτους τοὺς χρόνους Αἰγεσταῖοι κατὰ τὴν Σικελίαν σύμμαχοι γεγενημένοι τοῖς Ἀθηναίοις κατὰ Συρακοσίων, καταλυθέντος τοῦ πολέμου περιδεεῖς καθειστήκεισαν·
この時期、シケリアでは、対シラクサ戦でアテナイ人と同盟関係にあったアイゲスタ人が、戦争が終結したために非常に恐怖を感じていた。
ἤλπιζον γάρ, ὅπερ ἦν εἰκός, τιμωρίαν δώσειν τοῖς Σικελιώταις, ὑπὲρ ὧν εἰς αὐτοὺς ἐξήμαρτον.
というのも、当然のことであったが、自分たちが犯した過ちのために、シケリア人から報復を受けるだろうと覚悟していたからである。
§13.43.2τῶν δὲ Σελινουντίων περὶ τῆς ἀμφισβητησίμου χώρας πολεμούντων αὐτούς, ἑκουσίως ἐξεχώρουν, εὐλαβούμενοι, μὴ διὰ ταύτην τὴν πρόφασιν οἱ Συρακόσιοι συνεπιλάβωνται τοῦ πολέμου τοῖς Σελινουντίοις, καὶ κινδυνεύσωσιν ἄρδην ἀπολέσαι τὴν πατρίδα.
セリヌス人が係争地をめぐって彼らに戦争を仕掛けたとき、彼らは進んでその地から退いた。 この口実によってシラクサ人がセリヌス人に加担して戦争に介入し、自分たちが祖国を根こそぎ失う危険にさらされるのを警戒したからである。
§13.43.3ἐπεὶ δʼ οἱ Σελινούντιοι χωρὶς τῆς ἀμφισβητησίμου πολλὴν τῆς παρακειμένης ἀπετέμοντο, τηνικαῦθʼ οἱ τὴν Αἴγεσταν οἰκοῦντες πρέσβεις ἀπέστειλαν εἰς Καρχηδόνα, δεόμενοι βοηθῆσαι καὶ τὴν πόλιν αὐτοῖς ἐγχειρίζοντες.
しかし、セリヌス人が係争地だけでなく、隣接する多くの地を奪い取ると、そのときになってアイゲスタの住民はカルタゴに使節を派遣し、援助を懇願するとともに、自分たちの都市を委ねた。
§13.43.4καταπλευσάντων δὲ τῶν πεμφθέντων, καὶ τῇ γερουσίᾳ τὰς παρὰ τοῦ δήμου δεδομένας ἐντολὰς εἰπόντων, οὐ μετρίως διηπόρησαν οἱ Καρχηδόνιοι·
派遣された者たちが海路到着し、元老院に民衆から与えられた指令を述べると、カルタゴ人はたいそう思い悩んだ。
ἅμα μὲν γὰρ ἐπεθύμουν παραλαβεῖν πόλιν εὔκαιρον, ἅμα δʼ ἐφοβοῦντο τοὺς Συρακοσίους, ἑωρακότες προσφάτως καταπεπολεμημένας τὰς τῶν Ἀθηναίων δυνάμεις.
一方で、好都合な位置にある都市を手に入れたいと望みつつも、他方で、アテナイの軍勢が最近完全に打ち破られたのを見ていたため、シラクサ人を恐れたからである。
§13.43.5οὐ μὴν ἀλλὰ καὶ τοῦ παρʼ αὐτοῖς πρωτεύοντος Ἀννίβου συμβουλεύοντος παραλαβεῖν τὴν πόλιν, τοῖς μὲν πρεσβευταῖς ἀπεκρίθησαν βοηθήσειν, εἰς δὲ τὴν τούτων διοίκησιν, ἂν ᾖ χρεία πολεμεῖν, στρατηγὸν κατέστησαν τὸν Ἀννίβαν, κατὰ νόμους τότε βασιλεύοντα.
それにもかかわらず、彼らの間で第一の実力者であったハンニバルが都市を受け入れるよう勧告したため、彼らは使節たちに対して援助すると回答し、これらの事柄の処理のために、もし戦争の必要があるならば、当時法律に基づいて王を務めていたハンニバルを将軍に任命した。
οὗτος δὲ ἦν υἱωνὸς μὲν τοῦ πρὸς Γέλωνα πολεμήσαντος Ἀμίλκου καὶ πρὸς Ἱμέρᾳ τελευτήσαντος, υἱὸς δὲ Γέσκωνος, ὃς διὰ τὴν τοῦ πατρὸς ἧτταν ἐφυγαδεύθη καὶ κατεβίωσεν ἐν τῇ Σελινοῦντι.
この者は、ゲロンと戦いヒメラで死んだハミルカルの孫であり、父親の敗北のために追放されてセリヌスで一生を終えたゲスコンの息子であった。
§13.43.6ὁ δʼ οὖν Ἀννίβας, ὢν μὲν καὶ φύσει μισέλλην, ὁμοῦ δὲ τὰς τῶν προγόνων ἀτιμίας διορθώσασθαι βουλόμενος, ἔσπευδε διʼ ἑαυτοῦ τι κατασκευάσαι χρήσιμον τῇ πατρίδι.
さて、ハンニバルは、本性からもギリシア人嫌いであり、同時に先祖の不名誉を雪ぎたいと望んでいたので、みずからの手で祖国に役立つ何かを成し遂げようと努めていた。
θεωρῶν οὖν τοὺς Σελινουντίους οὐκ ἀρκουμένους τῇ παραχωρήσει τῆς ἀμφισβητησίμου χώρας, πρέσβεις ἀπέστειλε μετὰ τῶν Αἰγεσταίων πρὸς Συρακοσίους, ἐπιτρέπων αὐτοῖς τὴν κρίσιν τούτων, τῷ μὲν λόγῳ προσποιούμενος δικαιοπραγεῖν, τῇ δʼ ἀληθείᾳ νομίζων ἐκ τοῦ μὴ βούλεσθαι τοὺς Σελινουντίους διακριθῆναι μὴ συμμαχήσειν αὐτοῖς τοὺς Συρακοσίους.
そこで、セリヌス人が係争地の譲渡に満足していないのを見て、彼はアイゲスタ人とともにシラクサ人へ使節を派遣し、これらの裁定を彼らに委ねた。 言葉の上では公正な行動をするふりをしながら、実際には、セリヌス人が裁定を拒むことによって、シラクサ人が彼らと同盟を結ばなくなるだろうと考えたのである。
§13.43.7ἀποστειλάντων δὲ καὶ Σελινουντίων πρέσβεις, διακριθῆναι μὲν μὴ βουλομένων, πολλὰ δὲ πρὸς τοὺς παρὰ Καρχηδονίων καὶ τῶν Αἰγεσταίων πρέσβεις ἀντειπόντων, τέλος ἔδοξε τοῖς Συρακοσίοις ψηφίσασθαι τηρεῖν πρὸς μὲν Σελινουντίους τὴν συμμαχίαν, πρὸς δὲ Καρχηδονίους τὴν εἰρήνην.
セリヌス人もまた使節を派遣したが、彼らは裁定を受けることを望まず、カルタゴやアイゲスタの使節に対して大いに反論した。 最終的にシラクサ人は、セリヌス人に対しては同盟を、カルタゴ人に対しては平和を維持することを決議することに決定した。

語釈・文法注

  1. §13.43.1ἤλπιζον — 「期待する」を意味する ἐλπίζω は、ここでは悪い事態を「予期する」「覚悟する」という意味で用いられている。直後の不定詞は未来不定詞 δώσειν。
  2. §13.43.5κατὰ νόμους τότε βασιλεύοντα — カルタゴにおける「王」(βασιλεύς)は、ギリシア語の用語法でカルタゴの最高政務官(スフェス、suffete)を指す。分詞 βασιλεύοντα は Ἀννίβαν に係り、彼が当時合法的(κατὰ νόμους)にその地位にあったことを示す。
  3. §13.43.6ἐκ τοῦ μὴ βούλεσθαι τοὺς Σελινουντίους διακριθῆναι — 前置詞 ἐκ を伴う冠詞付き不定詞句(τοῦ μὴ βούλεσθαι)で原因(〜の結果として、〜によって)を表す。不定詞の意味上の主語は対格の τοὺς Σελινουντίους であり、さらにその補語として受動態不定詞 διακριθῆναι(裁定される、仲裁を受ける)を伴う。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §13.43.1-13.43.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.43.1-13.43.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。